277
θηρᾶσαι), οὕτω καὶ ἐπὶ τῆς ἀγχόνης ἥδυνε τὸν θάνατον, ἐζόφωσε τὸν νοῦν, ἀπετέλεσεν τὴν ἀγχόνην. οἴμοι, οἷός ἐστιν ὁ δράκων καὶ ἐφ' ὅσοις μαγγανεύμασιν ἀνθρωποκτονεῖ ἑκάστοτε· τοῦτον οὕτως, ἄλλον ἄλλως, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὰς παγὰς αὐτοῦ ἄνευ βοηθείας τοῦ θεοῦ, ἥτις εἴη μετὰ φόβου καὶ τρόμου τῷ κατ' ἐντολὴν αὐτοῦ πιστῶς βιοῦντι. Ἀλλ' ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐδήλωσας ὡς οἱ τοῦ χωρίου ὁμοῦ ἅπαντες ἀποτρέπονται τῆς οἰκίας αὐτοῦ, ἤγουν γυναικὸς καὶ τέκνων, μήτε ἅπτεσθαι μήτε θίγειν μέχρι καὶ μεταδόσεως ἄρτου δανεικοῦ. καὶ εἰ μὲν λέγουσιν οἱ τοῦ ἀπαγξαμένου καλὴν εἶναι τὴν πρᾶξιν τῆς ἀπαγχονίσεως καὶ τὴν αὐτὴν αὐτῷ φιλεῖν τελέσαι κἀκεῖνοι, καλῶς ἀφίστανται, ὁπότε οὐδ' οὕτως εὐθύς· δεῖν γὰρ πρῶτον διδάξαι, φωτίσαι, παρακαλέσαι φυγεῖν τὸν ὄλεθρον· τοῦτο γὰρ χριστιανῶν, τοῦτο φιλαδέλφων, ὅτι καὶ ὁ Κύριος τὸν Ἰούδαν πολλοῖς χρηστεύμασιν καὶ διορθωτικοῖς προφητεύμασιν, εἰδὼς ὃ ἔμελλεν ποιεῖν, ἐπειρᾶτο ἀναπείθειν, τὸ οὐαὶ αὐτῷ ἐπιφθεγγόμενος καὶ τὸ συνέφερεν εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος λέγων, κἂν οὐ συνῆκεν ὁ τάλας. εἰ δέ, ὡς φῆς, καὶ καταθρηνοῦσι τὸν ἰουδοτέλεστον καὶ ἀπεύχονται τῆς μερίδος ἐκείνης πάντα χριστιανὸν καὶ ἔκστασιν ἐξέστησαν ἀφορήτου θλίψεως καὶ ζητοῦσι παράκλησιν, τί τοῦτο, ὅπερ διηγῇ, ἢ ὅτι τῷ Χριστῷ ἐναντιοῦνται οἱ χωριάται καὶ τῷ διαβόλῳ ἀνοίγουσι θύραν ἀπωλείας τῶν ἀξιοπαρακλήτων; οὐαὶ τοῖς οὕτω ποιοῦσιν, ὅτι συνεργοί εἰσι τοῦ διαβόλου. Καλῶς οὖν ὁ κύριος Μακάριος καὶ πνευματικὸς πατὴρ παρεκάλεσεν τοὺς τοιούτους, καλῶς καὶ ἑστιάθη ἐν ἐκείνῃ τῇ οἰκίᾳ καὶ μηδεὶς χριστιανὸς διακρινέτω τὸ αὐτὸ ποιεῖν. ἐπειδὴ δὲ λόγος περὶ ἐπιτιμίου, οὐχ ὅτι ὑπαίτιοι (ἕκαστος γάρ, φησίν, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ὡς καὶ ἔμπαλιν), πρὸς δὲ παρηγορίαν, μιᾷ τεσσαρακοστῇ φυλάξονται κρεοφαγίας, δῆλον ὅτι καὶ τοῦ μὴ μετέχειν τῶν ἁγιασμάτων. εἰς δὲ τὴν ἐκκλησίαν εἰσιέτωσαν εὐχόμενοι, μέχρι τῶν κατηχουμένων ἐπιμένοντες, δότωσαν καὶ τὴν ἀνήκουσαν μοῖραν τοῦ ἀθλίου εἰς πτωχούς· προσφορὰ μὲν γὰρ καὶ λειτουργία ὑπὲρ αὐτοῦ οὐ θέμις γίνεσθαι πάντῃ, ἡ δὲ ἐλεημοσύνη γινέσθω· ὠφελεῖ γὰρ αὕτη καὶ εἰς ἄπιστον, ὥς φησιν ὁ Χρυσόστομος, καὶ ἄλλως ὅτι τοῦ Ἰούδα τὰ ἀγκτικὰ ἀργύρια εἰς ταφὴν τοῖς ξένοις ἐδόθη. πηξάτωσαν καὶ τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ εἰς τὸν τόπον, οὗ ἡ ἀγχόνη, ὅτι καὶ αὐτὸς ὁ σταυρὸς ἐν τῷ Κρανίου τόπῳ πήγνυται, διότι ἐκεῖ τοῦ ἀνθρωποκτονηθέντος Ἀδὰμ τὸ κρανίον, ἀφ' οὗ καὶ ὠνόμασται. Τοσαῦτα ἔχομεν λέγειν ἐκ τῶν ἐγγράφως, καὶ τοὺς μὲν τοῦ παθόντος παρακαλοῦντες καταλῆξαι τῆς πολλῆς λύπης καὶ δι' εὐχαριστίας καὶ ἀγαθοεργίας προσεδρεύειν τῷ ἀγαθῷ θεῷ, τοὺς δὲ τοῦ χωρίου παραινοῦντες, ἀφεμένους τῆς πονηρᾶς διακρίσεως, κοινωνοὺς ἔχειν ὡς πρὶν τοὺς τῆς οἰκίας ἐκείνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 450 {1Τοῖς ἐν ἄστει ἀδελφοῖσ}1 Εὔκαιρον ἡγησάμην τανῦν, εἰσιόντος τοῦ ἀδελφοῦ Λέοντος, ἐπιστεῖλαι κοινῶς πᾶσιν, εὐλογημένοι ἀδελφοὶ καὶ πατέρες, προσυπομνήσκων τὰ ἐχόμενα σωτηρίας, ἐπειδὴ κἀν τῇ ἀπουσίᾳ ταύτῃ καὶ ἐξορίᾳ, ἔμφοβός εἰμι καὶ ἔντρομος μετὰ τοῦ οἰκείου φορτίου τῶν ἁμαρτημάτων καὶ περὶ τῆς ἀνηκούσης μοι εἰς ὑμᾶς φροντίδος καὶ προστασίας· φοβοῦμαι γὰρ καὶ δεδιῶ μήπως ὑμεῖς οἱ ἐν ἄστει διατρίβοντες εὐριπιστότερον εἰς ἔμπτωσίν τινα ἐμπέσοιτε καί, ἅπερ διὰ πολλῶν κόπων τε καὶ ἄθλων τῶν πρὸ διωγμοῦ καὶ ἐν τῷ διωγμῷ συνηθροίσαμεν ἀγαθουργήματα, ἀφυλακτήσαντες πρὸς βραχὺ ἄρδην ἀπολέσωμεν. ἀκούω ἀστασίαν, μεταβασίαν, ἄλλον ἐξ ἄλλου καὶ ἀδελφοῦ καὶ τόπου μεταβαίνοντα καί, τό γε ἐλεεινότερον, μόνον ἄλλον καθεζόμενον καὶ ἕτερον τὸ κελλίον εἰς οἰκίαν, ἔνθα γυναῖκες, ἔχοντα· καὶ ἄλλον πάλιν εἰς μοναστήριον γυναικεῖον διαιτώμενον εἰσαεί, ἕτερον πάλιν ὧδέ τε κἀκεῖ οἰκοτριβοῦντα, ἔνθα κόραι, ἔνθα πῦρ οὐκ ἐμπρῆζον χόρτον, ἀλλ' οἶκον ψυχῆς, ἐνίους πάλιν ἐπιλαθομένους τῆς ἐννόμου ζωῆς,