278
καὶ ἐν Γυναικοκάστρῳ δύναμιν ὁμοίαν καταλιπόντας τῆς αὐτῆς αἰτίας ἕνεκα, τῇ ἄλλῃ στρατιᾷ διαβάντας αὐτοὺς τὸν Ἀξιὸν, εἰς Βέῤῥοιαν γενέσθαι καὶ Ἔδεσσαν τὰ ἡμέτερα ᾑρημένας πόλεις. ἐκείνων δὲ κρατήσασιν οἵ τε Θεσσαλοὶ προσχωρήσουσιν αὐτίκα καὶ Ἀκαρνανία καὶ τὸ ἄλλο ἠπειρωτικὸν, πάλαι τὴν ἐμὴν ἄφιξιν προσδεχόμενον. τοιαύτην δὲ προσλαβοῦσι δύναμιν οὐδεὶς ἀνθίστασθαι ἔτι ἀξιώσει, ἀλλ' ἢ ἑκόντες τῆς ἀρχῆς πάντες παραχωρήσουσιν ἡμῖν, ἢ τοῖς ὅπλοις βιασθέντες.» τοιαῦτα εἰπόντος βασιλέως, πρωτοστράτωρ τε ἅμα τοῖς συνοῦσι καὶ οἱ ἀπὸ Βυζαντίου μάλιστα φυγάδες ἐν δεινῷ τοὺς λόγους ἐποιοῦντο καὶ φόβου ἦσαν μεστοὶ καὶ ἀγωνίας, τὸν πλάνον ὡς ἀπέραντον λογιζόμενοι, εἰ δέοι Ἀκαρνανίαν καὶ Ἤπειρον περιιέναι, τοῖς ἐκ τῆς στρατείας κακοῖς ταλαιπωροῦντας, τῶν οἴκοι μάλιστα κακῶς διακειμένων καὶ ταχείας τῆς ἐπικουρίας δεομένων. φανερῶς μὲν οὖν ἀντειπεῖν καὶ τὴν οἰκείαν, ὡς ἔχουσι περὶ τὰ εἰρημένα, γνώμην ἐκκαλύψαι ἐδεδίεσαν, τό,τε περὶ βασιλέα δυσνοεῖν καὶ τὸ ἡσσῆσθαι κατάκρας ἐν τοῖς δεινοῖς ὡς φαῦλον ἑαυτοῖς προστρίβειν οὐκ ἐθέλοντες· 2.240 προφάσεις δέ τινας συνείροντες οὐκ ἀναγκαίας, διεκώλυον τὴν πρᾶξιν. ὡς δὲ ὁ βασιλεὺς ἐπέκειτο, ταύτην εἶναι μόνον φάσκων ὡς ἐν τοῖς παροῦσι λυσιτελεστάτην γνώμην· «ἀλλ' εἰ μὲν τοῦτό σε λέληθεν» εἶπεν «ὦ βασιλεῦ» ὁ πρωτοστράτωρ «ὡς στρατιὰ Τριβαλῶν πολὺν ἤδη χρόνον Ἔδεσσαν περικάθηται πολιορκοῦσα, ᾗ δεῖ χωρήσαντας διὰ μάχης παρέρχεσθαι εἰς τὴν πόλιν, ἄλλος ἂν εἴη λόγος. εἰ δ' οὐκ ἀγνοεῖς, μάλιστα θαυμάζειν ἔχω, ὅτι δὴ τοιοῦτος ὢν καὶ πολλὴν πρὸς στρατηγίαν πεῖραν ἐσχηκὼς, πρὸς τῷ παρόντι νυνὶ πολέμῳ τῷ ἐκ τῶν ὁμοφύλων, καὶ πρὸς Τριβαλοὺς παραβάλλεσθαι ἡμᾶς κελεύεις, ὅτε εἰ καὶ μόνοι ἦσαν, τῶν ἐργωδεστάτων ἦν ἀντιτάττεσθαί τινα.» ὁ βασιλεὺς δὲ μάλιστα μὲν οὐδὲν εἰδέναι περὶ τῆς πολιορκίας ἔφασκε. τὸν γὰρ τῶν Τριβαλῶν δεσπότην πρεσβείαν ποιησάμενον πρὸς αὐτὸν, ἔτι περὶ Θρᾴκην διατρίβοντα, σπονδὰς καὶ συμμαχίαν θέσθαι· δι' ἃ καὶ οἴεσθαι αὐτὸν μηδεμιᾷ Ῥωμαίων πόλει πολεμεῖν. εἰ δ' ἐκεῖνος λύσας τὰς σπονδὰς, πολέμιος ἀντὶ συμμάχου γέγονε καὶ πόλιν ἡμετέραν πέμψας πολιορκεῖ, τίνι μᾶλλον, ἢ τούτῳ προσέχειν χρὴ, ὥστε τὴν πόλιν ἀπαλλάττειν τῶν δεινῶν μάλιστα δυναμένους, καὶ ἐκείνοις τε τὴν σωτηρίαν ἐκπορίζειν καὶ σφίσιν αὐτοῖς τήν τε ἐξ ἐκείνων καὶ τῶν ἄλλων εὔνοιαν; ἐγὼ δ' εἰ καὶ μηδὲν ἡμῖν ἕψεσθαι κέρδος ἔμελλεν ἐκ τοῦ πολέμου, τοῦτ' αὐτὸ μόνον, τὸ Ῥωμαίων πόλιν κινδυνεύουσαν ἐξαιρεῖσθαι, τῶν μεγίστων τίθεμαι κερδῶν. δι' ἃ οὐδὲ πρὸς 2.241 ἄλλο τι τρέπεσθαι οὐκέτι συμβουλεύω, ἀλλ' ἤδη φανερῶς ἐπιψηφίζομαι. εἰ δὲ σοί τε καὶ τοῖς συνοῦσι τὸ Τριβαλοῖς ὑπὲρ Ῥωμαίων πολιορκουμένων μάχεσθαι ἀγεννὲς δοκεῖ, ἀλλ' ἅμα τοῖς οἴκοθεν ἑπομένοις αὐτὸς ἐπ' ἐκείνους βαδιοῦμαι, ὑμεῖς δ' ἐν Γυναικοκάστρῳ μένοντες, τὴν ἐπάνοδον περιμένετε ἡμῶν.» ἐκέλευέ τε αὐτίκα τῇ σάλπιγγι τὴν ὁδοιπορίαν τῇ στρατιᾷ σημαίνειν. πρωτοστράτωρ δὲ καὶ οἱ ἐκ Βυζαντίου συνόντες βασιλεῖ φυγάδες τότε ἀπολείπεσθαι ἐνόμιζον αἰσχρὸν καὶ ἀγεννὲς, καὶ τὸ συνέπεσθαι ὑπώπτευον ὡς ἀπεράντου τῆς πλάνης ἐσομένης. διὸ αὐτοί τε ὡς εἶχον τὴν ὁρμὴν ἐπειρῶντο κωλύειν βασιλεῖ καὶ τοὺς ἄλλους κρύφα διαλεγόμενοι παρεκάλουν, ἔνδειάν τε τῶν ἀναγκαίων ὑποβάλλοντες καὶ μάχας καὶ πολέμους καὶ ὡς οὐδεμία τῶν πόλεων εἰσδέξοιτο βασιλέα ἑκοντί· καὶ ὅσα ἐνῆν πρὸς τὸ μάλιστα αὐτοὺς μὴ βασιλεῖ προθύμους ἕπεσθαι κωλύειν, εἴων ἀνεπιχείρητον οὐδέν. ἐξ ὧν οὐ μικράν τινα πτοίαν εἰς τὸ στράτευμα ἐνέβαλον καὶ πρὸς ἀποστασίαν ἔπειθον χωρεῖν. Κοτεανίτζης γάρ τις τῶν Θεσσαλονικέων ἑτέρους πείσας περὶ ἑκατὸν πρῶτος βασιλέως ἀποστὰς, εἰς Θεσσαλονίκην ἀπεχώρει. ταῦτα δὲ ἔπραττον, οὐ βασιλεῖ προῃρημένοι πολεμεῖν, ἀλλὰ τῶν οἰκείων τὴν κάκωσιν καὶ τὰς ἐκ Βυζαντίου ἀπειλὰς οὐ φέρειν ὄντες δυνατοί. οἱ γὰρ ἐκεῖσε ἄγοντες τὰ πράγματα καὶ πολεμοῦντες βασιλεῖ πρὸς μὲν ἐκεῖνον οὐχ ὅτι γε πρεσβείαν 2.242 ἐποιήσαντο ἢ