278
2.211 τῶν ἑαλωκότων ̔Ρωμαίων ἐν θεραπείᾳ ειχον, τὸν δὲ ̔Ρηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ οσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, οπως ὑπ' αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες ουτως αὐτὸν εἰς δεσμωτήριον εθεντο. Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς α προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι παλαιὰν μηδὲν στέγουσαν, νέον καταπιττώσαντας εξωθεν, ιν' αὐτὴ ἐφ' ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ ουτω διασωθῆναι. ταῦτα δ' ἐποίουν, ινα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν εργων δόξαν συναπολέσθαι. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ηλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον οτι τοὺς Καρχηδονίους ἐπὶ τὴν ̔Ρώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε ̓Ιταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ οντας ̔Ρωμαίους σπουδῇ τοὺς ὑπάτους επεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οι ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι ληφθέντες κατηνέχθησαν ἐς Κόρσουραν· πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες επλεον αυθις. 2.212 κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς ̔Ρωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, ̔Ρωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ ̓Ασπίδι οντες ̔Ρωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ ̔Ρωμαῖοι ἐκράτησαν, καὶ ειλον πολλούς· ους διὰ τὸν ̔Ρηγοῦλον καὶ τοὺς μετ' αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν επλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οικοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν. Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ελαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον εμαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν αν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ ̔Ρωμαῖοι ναυτικόν τε αριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν, καὶ ουτως ἐρρώσθησαν ωστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ' ην ετος ἀφ' ουπερ ἡ ̔Ρώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς ειλον, τῇ δὲ ακρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις ου τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οικαδε πλεούσας τηρήσαντες ειλον συχνὰς χρημάτων μεστάς. Ειτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος υπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ' ἐκομίζοντο οικαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος 2.213 ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν αλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ' ὀλίγαις τὴν ̓Ιταλίαν φρουρεῖν. Τῷ δ' ἐπιγενομένῳ ετει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ηλθον, καὶ αλλα τέ τινα κατεστρέψαντο καὶ ̔Ιμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ ̔Ιέρωνος εἰληφὼς καὶ οσοι τῶν ̔Ρωμαίων ησαν ἐκεῖ συμπαραλαβὼν επλευσεν εἰς Λιπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης ανευ, ἀπῆρεν οικαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς επαυσε. Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς ̔Ρωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες,