278
Λάμψακοσ. ονομα πόλεως. τοῖς Λαμψακηνοῖς ἐδόθη χρησμὸς, οπου αν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι· ἀστραπῆς δὲ γενομένης ειδον τὸν τόπον, καὶ ἐκεῖ εκτισαν πόλιν ὀνομαζομένην Λάμψακον. †Λάξ. ἡ λῖξις.† †Λαοδίκεια ...† Λάπαθοσ. ειδος βοτάνης. ἀπὸ τοῦ λαπάσσειν. εστι δὲ τὸ λάχανον ευθετον εἰς γαστέρα· ἁπαλύνει γάρ. Λαπάραν. τὴν λαγόνα. παρὰ τὸ λελάφθαι, ο ἐστιν ἐκκενῶσθαι τὸν τόπον. πρὸς σύγκρισιν τῶν πλευρῶν. λαπάξαι γὰρ τὸ κενῶσαι. οθεν καὶ λάφυρα ἀπὸ τῆς κενωτικῆς πόας. lambda.1286 Λάταξ. ἡ μεγάλη σταγών. †Λαταγή. ὁ θόρυβος.† †Λαΐνθη. λάρναξ λιθίνη.† †Λατρεία. θυσία.† Λάτρισ. ἡ θεράπαινα, ἡ δούλη. Λατρεία. δουλεία θεῷ μόνῳ πρέπουσα. Λαμυρία. ἡ στωμυλία. η ἡ ακαιρος ἀνδρεία. Λαῦρα. πλατεῖα ῥύμη, δι' ης ὁ λαὸς παρέρχεται. παρὰ τὸ λίαν αυραν εχειν. ην οὐδὸς ἐς λαύρην. Λαυκανίη. ὁ λαιμός. ἀπὸ τῆς ἀπολαύσεως. αλλοι δέ φασι λευκανίη. Λαφυραγωγία. ἡ αἰχμαλωσία. Λάχνη. ἡ τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θαλάσσης ἀφρός. lambda.1287 Λάχεια. σημαίνει τὴν καλῶς ἐσκαμμένην γῆν. παρὰ τὸ λα ἐπιτατικόν. ὡς ἀπὸ τοῦ χαίρω χάρεια, καὶ ἀνθῶ ανθεια, καὶ κρατῶ κράτεια, ουτως ἀπὸ τοῦ λαχῶ λάχεια. τὰ γὰρ ἀπὸ ἐνεστῶτος διὰ τοῦ ˉεˉιˉα γινόμενα θηλυκὰ προπαροξύνονται καὶ διὰ τῆς ει διφθόγγου γράφονται, οιον· μήδω μήδεια· θέρω θέρεια. Λαικάστρια. ἡ πόρνη. Λαίλαψ. σκότος μετὰ συστροφῆς ἀνέμων. Λαιμαργία. λαιμοῦ εφεσις. οὐκ ἐν πλήθει, ἀλλ' ἐφ' ἡδύτητι βρωμάτων μαινομένη. Λαίστη. ἡ αἰσχύνη. Λαίνιλα. ονομα νήσου. Λαῖροσ. ονομα πόλεως. Λαίτρινα. πόλις. Λαμπάσ. παρὰ τὸ λάμπω, τὸ φαίνω, γίνεται λαμπάς. lambda.1288 (Οὐδέτερον.) Λάγειον. αιμα καὶ κρέας. †Λαῖγμα. τὸ ἱερὸν θῦμα.† †Λαίετον. τὸ ἀρχεῖον.† †Λαιτρόν. τὸ ἀχρεῖον. καὶ λαιτρὸν τὸ πρυτανεῖον.† †Λαῖφοσ. ἡ χλαῖνα.† Λάϊνον. λίθινον. Λακίσματα. τὰ σχίσματα τὰ ἀποπίπτοντα τῶν σαρκῶν. Λακίνιον. ονομα ορους. Λάκκαιον. υδωρ καὶ ορος. Λακέντιον ... Λαλίστατον. ευγλωττον· ευφωνον. Λαμυρόν. κομψὸν, λαμπρόν. lambda.1289 Λαξευτήριον. ἐργαλεῖον οἰκοδομικὸν η λιθοξοϊκόν. Λαρόν. προσηνὲς, ἡδύ. παρὰ τὸ ἱλαρὸν, λαρόν. η παρὰ τὸ λῶ, τὸ θέλω καὶ ἀπολαύω. Λάσιον. τὸ δασύ. καὶ τὸ ἰσχυρόν. ὡς τό· λάσιον κέαρ. ο ἐστιν ἰσχυρὰ ψυχή. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ. στήθεσι λασίοισιν-. ὑπὸ γὰρ τὴν γαστέρα κεῖται ἡ καρδία, ἐν ῃ τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λασάνια. γραικιστὶ αἱ πρασιαί. Λάχιον. τὸ λάχος· ὁ κλῆρος. Λαχανηρόν. τὸ τῶν λαχάνων. Λαχνῆεν. τὸ δασύ. Λάφυρα. τὰ ἐκ τῶν πολεμίων ετι ζώντων λαμβανόμενα· τὰ γὰρ ἐκ τῶν τεθνεώτων σκύλα λέγονται. Λαμώνιον. ονομα ορους. Λαιόν. τὸ ἀριστερόν. Λαισήϊα. μικρὰ ἀσπιδίσκια. ὠμοβύρσια. βαρβαρικὰ δέ εἰσιν οπλα. lambda.1290 Λαῖτμα. τὸ χάσμα καὶ μέγα πέλαγος, η τὸ κῦμα. Λαῖφοσ. τὸ αρμενον. παρὰ τὸ λίαν φαίνεσθαι. Λαίφυρον. τὸ ἀσθενές. Λάμβδα. τὸ στοιχεῖον. οἱονεὶ λάβα τὶ ον· παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις καὶ ἀσθενὲς ειναι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς. ( ̔Ρῆμα.) Λαβόμενοσ. δραξάμενος. Λάζετο. ἐκράτησεν. λήβω, τὸ λαμβάνω, ὁ δεύτερος ἀόριστος ελαβον, καὶ ἐξ αὐτοῦ λαβάζω καὶ κατὰ συγκοπὴν λάζω, λάζομαι, ἐλαζόμην, καὶ λάζου, ἐλάζετο. †Λαβράζων. ἠχῶν τοῖς πτεροῖς.† †Λαίεται. καταλύεται.† †Λαιθυράζειν. τὸ διὰ στόματος ψόφον ποιεῖν ἐπὶ τῷ μαζῷ.† †Λαιλάχω. τὸ ψοφῶ.† †Λαιμάσσω. τὸ ἀμέτρως ἐσθίω.† †Λαιμφεύειν. τὸ δραπετεύειν.† †Λαίω. τὸ βλέπω. καὶ τὸ φονεύω.† Λακκίζω. λάκκον ποιῶ. lambda.1291 Λακίσαι. σχίσαι. καὶ λακῶ ὁμοίως. Λακωνίζειν. τὸ γράφειν περὶ πλείστων ὀλίγας συλλαβάς. Λαμπετόωντι. λάμποντι. -πυρὶ λαμπετόωντι- παρὰ τὸ λάμπω γίνεται λαμπετῶ. ἡ μετοχὴ λαμπετῶν, λαμπετῶντος, λαμπετῶντι καὶ πλεονασμῷ τοῦ ο λαμπετόωντι. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυγίας πλεονάζειν τὸ ο. Λαπάξαι. τὸ κενῶσαι. καὶ λάπτειν τὸ ἐκκενοῦν. κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. Λαπίζειν. ἀλαζονεύεσθαι, προπετεύεσθαι, ψεύδεσθαι. Λαρυγγίζειν. τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλὰ περιεργότερον τῷ λάρυγγι χρῆσθαι καὶ