278
ὑπὲρ τὸν λόγον. Οἱ σοφοὶ καὶ γραμματισταὶ, πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες; Ἔνεστί ποτε πρὸς ὀλίγον θίγοντα διὰ τὸ χρήσιμον ἀλλοτρίας διδασκαλίας, πάλιν τῆς ἰδίας εὐθέως ἔχεσθαι· οἷον, γραμματικὴ ἀλλοτρία γυνὴ τυγχάνει. Ταύτῃ πάλιν καλὸν πρὸς ὀλίγον ἐγγίσαι διὰ τὸ τεχνικὸν καὶ ὀξὺ τῆς ἀναγνώσεως. Ὁμοίως ῥητορικὴν διὰ τὸ ἰσχυρὸν τοῦ λόγου καὶ τὴν ἀκολουθίαν· ἀλλὰ καὶ φιλοσοφίαν διὰ τὸ εὐαπόδεικτον τῶν φαινομένων ἐναντίων. Μετὰ δὲ τοῦτο, ὡς ἀπὸ τῆς Αἰγυπτίας Ἄγαρ τεκνώσαντες, παιδίσκης οὔσης τῆς ἐλευθέρας Σάῤῥας, τῆς ἀρχούσης καὶ αὐτοσοφίας οὔσης, πάλιν εἰς τὴν ἐκ νεότητος τραπῶμεν σοφίαν, ἥτις καὶ θεόδοτός ἐστιν, ὅπως καὶ ἐξ αὐτῆς τεκνώσωμεν, οὐκέτι ὡς ἀπὸ δούλης αἰσθητὰ μαθήματα, ἀλλ' ὡς ἐξ ἐλευθέρας καὶ τελείας, σοφίας φρόνησιν.
ΤΙΤΛ. Ιʹ. -Περὶ σκανδάλων· καὶ ὅτι χρὴ φυγεῖν τὰ σκάνδαλα.
«Τὸ στόμα σου ἐπλεόνασε κακίαν. Καθήμενος.» «Φύλαξόν με ἀπὸ παγίδος ἧς
συνεστήσαντό μοι.» «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ ἡ χείρ σου, ἢ ὁ ποῦς σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι εἰς τὴν ζωὴν εἰσελθεῖν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας, ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.» «Εἶπεν ὁ Κύριος πρὸς τοὺς μαθητάς· Ἀνένδεκτόν ἐστι, τοῦ μὴ εἰσελθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι' οὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» «Βλέπετε μήπως ἡ ἐξουσία ὑμῶν αὐτὴ πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. «Ἀπρόσκοποι γίνεσθε Ἰουδαίοις, καὶ Ἕλλησι,καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» 96.345 Καλὸν μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον τιθέναι σκάνδαλον ἢ πρόσκομμα τοῖς πολλοῖς, εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν, ἴσμεν, ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς τιμωρία
ΤΙΤΛ. ΙΑʹ. -Περὶ σαρκικῶν ἀνθρώπων.
Εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.» «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ» «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Φανερά ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλος, θυμὸς, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» «Σὰρξ καὶ αἵμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.» «Οἱ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τὸ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύνανται, οὔτε οἱ πνευματικοὶ τὰ σαρκικά. Ὁ σαρκικὸς ἄνθρωπος, ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον