278
καταισχύνῃς." Οὐχ ἁπλῶς εἶπεν, ἠκολούθησα, ἀλλ' ἐκολλήθην, τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμόν. Ζητεῖ δὲ τρυγῆσαι τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν. λβʹ. "Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου." Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν· οὔτε ἀνθρωπεία φύσις ἀρετὴν δύναται κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ Προφήτης διδάσκει, ὅτι Τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρὰ σοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκά λεσε. Καὶ ἀλλαχοῦ φησιν· "Ἐν θλίψει ἐπλάτυνάς μοι." Καὶ πάλιν· "Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου." λγʹ. "Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δι καιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός." Τὸ νομοθέτησον ὁ Σύμμαχος ὑπόδειξον εἶπεν· Ἀκύλας καὶ Θεοδοτίων, φώτισον· διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας, ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκωλύτως ὁδεύειν. λδʹ. "Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου· καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου." Καὶ ὁ Κύριος προσέταξεν ἐξερευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕ ρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. λεʹ. "Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα." Οὐχ ἁπλῶς αἰτεῖ γενέσθαι πο δηγὸν αὐτοῦ τὸν τῶν ὅλων Θεόν· ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. λʹ. "Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν." Ἐπὶ τὸ πρανὲς φέρε σθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις· κἄν τινος ἐπιλά 80.1833 βηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ. Οὕτω τοῦ διαβό λου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θά τερον τὴν πεῖραν διαφυγεῖν. λζʹ. "Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα." Καὶ μάταιόν ἐστι τὸ ἀκερδὲς, καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ πνά. Οὕτως αὐτὰ καὶ ὁ σοφὸς Σολομῶν ὀνομάζει, "Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης." Καὶ διηγησάμενος ὅπως ᾠκοδόμησεν οἰκίας, καὶ ἐφύ τευσε παραδείσους, καὶ κατεσκεύασε κολυμβήθρας ὑδάτων, ἐπήγαγεν· "Καὶ ἰδοὺ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος." Ἱκετεύει τοίνυν ὁ Προ φήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελ χθῆναι. "Ἐν τῇ ὁδῷ σου ζῆσόν με." Κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. ληʹ. "Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου, εἰς τὸν φόβον σου." Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπεριτρέπτως φυλάττων τῷ φόβῳ σου· ἀντὶ τοῦ, Ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου. λθʹ. "Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά." Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ὑπώπτευσα, ὑπεστάλην εἴρηκεν. Οὕτω δὴ καὶ ὁ Θεοδοτίων. Ὁ δὲ Σύμμαχος, ὃν εὐλαβοῦμαι· ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ, τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο, καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. ∆ιὰ τοῦτο οὐκ ἐπήγαγε συν ήθως, Ὅτι κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα· ἀλλ' "Ὅτι τὰ κρίματά σου χρηστά." Οὐ μόνον γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖς τιμωρίαν, ἀλλὰ καὶ τοῖς με ταμελομένοις ὑπίσχνῃ σωτηρίαν. Κρίματα γὰρ κα λεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. μʹ. "Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δι καιοσύνῃ σου ζῆσόν με." Γλιχομένῳ παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. μαʹ. "Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε." Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυ φὴν, ταύτης δεῖται διηνεκῶς. "Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. [μβʹ] Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον." Ἣν ὑπέσχου, ∆έσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λό γοις παράσχου, ἵνα τοῖς ἐπιτωθάζουσί μοι σὺν παῤ ῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν φέρει τὰ