278
δούλους ὠνησαμένους, αὐτοῖς συζῆν καὶ γοῦν ἑτέρους ἀγροὺς ἀγοράζειν. ὢ τῆς ἀθλίας μου ψυχῆς· πῶς ἐν τούτοις οὐ στενάξω, πῶς δὲ οὐ φοβηθήσομαι μὴ ἀναγγέλλων τὸ δικαίωμα τοῦ θεοῦ; τί δὴ ἐξέστητε, ἀδελφοί, τί δὲ οἱ δοῦλοι Κυρίου δοῦλοι παθῶν γεγόνατε; τί οἱ ἐν νόμῳ ἀνομεῖν ἀνέχεσθε, τί δὲ οἱ θεραπευταὶ Χριστοῦ, υἱοὶ παραπικραίνοντες, οὐ μετέρχεσθε τῆς πονηρᾶς ἀπαγωγῆς, οὐ καθέζεσθε εἰς τόπους ἀσκανδαλίστους, οὐ δύο δύο ἢ καὶ πρὸς σύνεστε ἀποστολικῶς; Οὐαὶ τῷ μόνῳ· οὐαὶ τῷ ἀκαθίστῳ· οὐαὶ τῷ γυναιάζοντι, οὐαὶ τῷ δουλοδούλῳ· οὐαὶ τῷ Γιεζῇ, ὃς ὠνησάμενος ἀγροὺς καὶ ἀμπελῶνας κεκληρονόμηκε τὴν λέπραν Νεεμάν. μὴ οὐχὶ θεῖαι φωναὶ αὗται, μή τι ἐγὼ παρ' ἐμαυτοῦ εἰσφέρω; ὅτε ἔβραζεν ὁ διωγμός, εἶχέ τις λόγον ἐξ ἀνάγκης ἔν τισιν ὧν ἀπηριθμησάμην ἐμπίπτειν καὶ ἡ διὰ τὴν πίστιν ἀνάγκη ἔσῳζε τὸν εὑρισκόμενον. νῦν δὲ οὐδεὶς ὁ διώκων οὐδὲ κωλύσων καλῶς ἡμᾶς καθέζεσθαι καὶ σὺν ἀλλήλοις δυοῖν εἶναι τοὐλάχιστον· ἐξ ὑμῶν γὰρ αὐτῶν κατακρίνεσθε, τῶν ἐννόμως διαζώντων οἱ κακόζωοι. ἢ οὐχὶ προδήλωμα τῆς ἐν εἰρήνῃ ἀσυνδρομίας ὑμῶν ἡ παροῦσα ἀθεσία; ἀνανήψατε, παρακαλῶ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι· ἂν μὴ διορθώσησθε, οὐχ οὕτως κλητέοι, ἀλλ' ἐναντίως, ὅπερ ἀπείη. Ταῦτα διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· εἴ τις μὴ διορθώσηται μετὰ τὴν ὡρισμένην εἰς χρόνου τινὸς σύμφθασιν ἐπιμονήν, τῶν ἁγιασμάτων ὑπὸ θεοῦ εἰς μετάληψιν εἴργεται κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέν μοι ὁ Κύριος ἐν ὑμῖν. εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὁ λόγος. ὑμεῖς δέ, ἀδελφοί μου, ὡς υἱοὶ ὑπακοῆς εὖ πράξατε, ἵνα καὶ θεὸν θεραπεύσητε κἀμὲ τὸν ἐλεεινὸν τοῦ θανάτου τῆς ἁμαρτίας ἐξέλησθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν πατρὶ καὶ Ἁγίῳ Πνεύματι. ἀμήν. 451 {1Ἰωάννῃ Σάρδησ}1 Ἀπὸ χρόνου ἠκούσαμεν νοσηλεύεσθαί σου τὴν πατρικὴν ἁγιωσύνην, ἄρτι δὲ μικροῦ δεῖν καὶ ἀπογνωσθεῖσαν, καὶ τοσοῦτον ἐθροήθημεν οἱ ταπεινοὶ καὶ συνεκινήθημεν λυπηρῶς, ὡς ὁρμῆσαι καταλαβεῖν ἡμᾶς ἐν τοῖς αὐτόθι καὶ ὄψει ὑπολαβεῖν τὴν ἀπευκτὴν ἀκοήν· οὐκ ἐξεγένετο δὲ διὰ τὰ παριστάμενα τοῦτο. διὸ ἠναγκάσθημεν οἱονεὶ πετασθῆναι τοῖς γράμμασιν ὡς ἐν σώματι καὶ ἰδεῖν σε, τὸν καλὸν πατέρα, τὸν γνήσιον φίλον, τὸν γενναῖον μάρτυρα τῆς ἀληθείας· εἴπερ ὑπὲρ αὐτῆς σὺ καὶ ἐξόριστος καὶ φρουροδέσμιος, καί γε πρὸ τούτων θέατρον γενάμενος, ἀποστολικῶς εἰπεῖν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καθ' ἣν ἡμέραν ἔρριπταί σου ὑπὸ τῶν ἀσεβῶν κατὰ πρόσωπον τοῦ καϊαφαϊκοῦ συνεδρίου εἰς τοὔδαφος ἡ ἱερὰ κορυφή. ὤ, τί γίνεται ἐν ἡμῖν; τί ἀπαίρειν τῶν τῇδε σπεύδεις ὁ στῦλος τῆς ἐκκλησίας; μεῖνον μεθ' ἡμῶν ἔτι, μεῖνον, συγκακοπάθησον τῷ εὐαγγελίῳ ὡς καλὸς στρατιώτης. ὁρᾷς ὅπως ἔνεστιν ὁ πόλεμος, ὅπως βαλλοίμεθα καὶ βάλλομεν ὑπὲρ τοῦ λόγου; Ναί, ἀντιβολοῦμεν, ἐπίμεινον· αἴτησαι ὃν ὡμολόγησας Χριστὸν καὶ ὁμολογεῖς προσκυνεῖν ἀνθρωποπρεπῶς ἐγγραφόμενον καὶ εἰσακούσει τῆς δεήσεώς σου. εἰ δὲ πάντως ἀπαίρεις, οὕτω τῆς προνοίας κελευούσης, αὐτὸς μὲν χωρήσεις, εὖ ἴσμεν, ὁμολογίας ἔπαθλον ἀπενεγκάμενος, ἡμῖν δὲ ἵλεω τὸν θεὸν τὸν ἀγαθὸν καταστήσοις ταῖς πρεσβείαις, οὐ μὴν ἀλλὰ καὶ εἰς τὸ ταχῦναι ἐπισκέψασθαι τὴν ἑαυτοῦ ἐκκλησίαν. 452 {1Νικήτᾳ ἡγουμένῳ}1 Οὐκ ἄκαιρον, οἶμαι, τὸ παρὸν γραμματεῖον τῇ πατρικῇ σου ἁγιωσύνῃ, οὐ μόνον ὅτι τὸ τῆς ἀγάπης πληροῖ, ἀλλ' ὅτι καὶ λυπηρόν τι ἐνιζάνον ἡμῶν τῇ ταπεινῇ ψυχῇ φανεροποιεῖ· καί, εἰ κελεύεις, πρόσσχες τοῖς λεγομένοις. μεθ' ὑποστροφὴν τῆς ἐν τῷ Ἀκρίτᾳ συνοψίσεως ὑμῶν τῶν ἁγίων πατέρων συνέτυχον τῷ ἡμετέρῳ ἀδελφῷ Ἀθανασίῳ, διηγούμενος ἕκαστα τῶν ἐν Κυρίῳ διειλεγμένων, ἐπειπὼν ὅτι καὶ ὁ τοῦ Μηδικίου συνίστησι τὸν Μαξιμίνου ἐπὶ τῇ καλλίστῃ μεταβολῇ αὐτοῦ, ἤγουν ἀπολογίᾳ καὶ ὁμολογίᾳ. ὁ δὲ ἀνένευσεν, καὶ τὴν αἰτίαν τῆς ἀνανεύσεως ἐγὼ μὲν ἀπῄτουν, ἐκεῖνος δέ φησιν· "4ἐν τῷ ἀπολογητικῷ, ὅπερ συνεγράψατο καὶ αὐτὸς ἀνέγνων, λέγει μεταλαβεῖν, ἀλλ' οὐχὶ