279
διειλέχθησαν περὶ τοῦτο παράπαν, ἀλλὰ καὶ αὐτοῦ καὶ δὶς, ὥσπερ ἔφημεν, καὶ τρὶς πρεσβείαν πεπομφότος, οὔτε ἀπεκρίναντο οὐδὲν, ἀλλὰ καὶ τοὺς πρέσβεις πολλὰ περιυβρίσαντες, ἐκάκουν ἐν δεσμωτηρίοις ὅσα δυνατά. πρὸς δὲ τοὺς συνόντας ὁσημέραι κρύφα διελέγοντο καὶ πλεῖστά τε ἐπηγγέλλοντο εὖ ποιήσειν ἐκείνου ἀποστάντας, καὶ τοὐναντίον, εἰ μὴ πείθοιντο, οὐ τὰ ὄντα μόνον ἀφαιρήσεσθαι καὶ κτήσεις ἑτέροις παραδώσειν, ἀλλὰ καὶ τέκνα καὶ γυναῖκας εἰς πεῖραν ἄξειν ἀλγεινῶν πολλῶν. ἃ ἐδόκει φοβερὰ τοῖς εὐγενεστέροις μάλιστα προσόδων μεγάλων ἀποστερουμένοις. ὧν καὶ τότε μεμνημένοι, κωλύειν διὰ πάντων ἐπεχείρουν βασιλέα πρὸς ὑπερορίους ἐξορμᾷν στρατείας, οἰόμενοι, ἂν κωλύσωσι, πρὸς ἕτερόν τι τρέψεσθαι λυσιτελέστερον. βασιλεὺς δὲ τοῖς ἀπ' ἀρχῆς ἐμμένων ὡς καλῶς βεβουλευμένοις, ἄρας ἐκ τοῦ στρατοπέδου, ἧκε πρὸς Ἀξιὸν ὡς διαβησόμενος, συνείποντο δὲ καὶ οἱ ἄλλοι, οἱ μὲν ἑκόντες, οἱ δ' ἀνάγκῃ. συμβὰν δὲ οὕτω, περὶ τὰ ὀρεινὰ ὄμβρων ῥαγδαίων καταῤῥαγέντων, ἄπορος ἐφαίνετο ὁ ποταμὸς ὑπὸ πλημμύρας. στρατοπεδευσάμενοι δὲ ἐκεῖ, περιέμενον ὡς λωφησάντων περαιωσόμενοι τῶν ὑδάτων. τὰ δὲ οὐδὲν ἧττον ἐπληθύνετο καὶ ὑποψίαν παρεῖχεν, ὡς οὐκ ἐν ὀλίγῳ δίοδον παρέξοντα. ἐπιλελοίπει τε ἤδη καὶ ὁ σῖτος τὴν στρατιάν. ὁρῶν δὲ καὶ ὁ βασιλεὺς, ὡς ὅ,τε πό 2.243 ρος οὐ ῥᾴδιος αὐτοῖς, καὶ τῶν ἐπιτηδείων δέοιτο ἡ στρατιὰ, ἄκων μὲν καὶ δυσχεραίνων οὐ μετρίως καὶ τὴν γεγενημένην πρότερον ἐπὶ τὸν Ἕβρον κωλύμην στρέφων ἐπὶ νοῦν, καὶ δεδοικὼς, μὴ καὶ αὖθις τὰ παρόντα κακῶν αἴτια μεγάλων καταστῇ, ἐπέλεγέ τε ἑαυτῷ, ὡς ἐν οἷς μὲν ὁ θεὸς εὐδοκεῖ, καὶ ἡ κτίσις ἅπασα ὑπηρετεῖ, οἷς δὲ ἀντιτάττεται, καὶ ἡ κτίσις δύσκολον ὁμοίως ἑαυτὴν παρέχεται. ἀνέστρεφε δ' οὖν ὅμως εἰς Γυναικόκαστρον, γνώμην ἔχων, ὡς, τῇ στρατιᾷ σίτου πορισθέντος, αὖθις ἐπανέλθοι. ἤλπιζε γὰρ, ἄχρι τότε καὶ τὸν ποταμὸν ἐνδώσειν πρὸς τὸν πόρον. πρωτοστράτωρ δὲ καὶ οἱ λοιποὶ ἥδοντο πρὸς τὴν ἀποτυχίαν καὶ χαίροντες ἐπανῄεσαν. μʹ. Τῆς αὐτῆς δὲ ἡμέρας καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ ἑβδομήκοντα ναυσὶ πρὸς Θεσσαλονίκην ἧκεν ἐξ Εὐβοίας. πρὸς γὰρ τὸν βασιλέως πόλεμον οὐδὲν οἰόμενος λυσιτελήσειν, οἷα δὴ ναυτικῆς οὔσης τῆς δυνάμεως αὐτῷ, Καντακουζηνοῦ δὲ τοῦ βασιλέως ἐξ ἠπείρου στρατευομένου, τὰς νήσους περιιὼν ἐπεδείκνυτο τὴν δύναμιν καὶ προῆλθεν ἄχρι τῆς Εὐβοίας. ἐκεῖθεν δὲ ἐπεὶ ἀναστρέφειν ἦν καιρὸς, ἐδόκει δεῖν καὶ πρὸς Θεσσαλονίκην ἐλθεῖν, ἐπιδειξόμενος κἀκεῖ τὴν δύναμιν. ἐλθόντι δὲ εὐθὺς ἡ περὶ τὴν βασιλέως στρατιὰν ἐμηνύετο διχοστασία. ὁ δ' αὐτίκα πρωτοστράτορί τε καὶ τοῖς ἄλλοις τὴν ἄφιξιν αὐτοῦ ἐδήλου καὶ ἐπηγγέλλετο πολλὰ, εἰ βασιλέως ἀποσταῖεν πρὸς αὐτὸν, ἢ τὰ ἔσχατα ἠπείλει διαθήσειν τοὺς οἰ 2.244 κείους καὶ πᾶσαν ἐπιδείξεσθαι ὠμότητα. πρωτοστράτωρ δὲ καὶ πρότερον τὴν μετὰ βασιλέως ὀῤῥωδῶν στρατείαν διὰ τοὺς οἰκείους, ὥσπερ ἔφημεν, καὶ τὸ μὴ βούλεσθαι ὑπερορίαις καὶ πόνοις διὰ τὴν ἐκείνου χάριν προσομιλεῖν, ἄσμενός τε εὐθὺς ἐδέχετο τὸν λόγον καὶ ὅρκους ᾔτει παρὰ μεγάλου δουκὸς ἐπὶ τοῖς εἰργασμένοις πρότερον. ὁ δὲ παρεῖχε τότε χαίρων καὶ πάντα ἐπηγγέλλετο προθύμως. τοῦ πεπραγμένου δὲ εὐθὺς καὶ πρὸς τοὺς ἄλλους διαδοθέντος, ὅσοι τὰ αὐτὰ ᾑροῦντο πρωτοστράτορι, τάραχός τε ἦν εὐθὺς οὐ μικρὸς κατὰ τὴν στρατιὰν καὶ σύγχυσις δεινὴ καὶ ἀταξία, τῶν μὲν ἤδη πρὸς ἀποστασίαν χωρεῖν βεβουλευμένων, τῶν δ' ἄλλων, ὥσπερ ἦν εἰκὸς, διὰ τὴν ἐκείνων ἀποχώρησιν κλονουμένων καὶ πονηρὰς περὶ τοῦ μέλλοντος τὰς ἐλπίδας λαμβανόντων. βασιλεὺς δὲ ὡς τὸ στράτευμα ἑώρα συγχυθὲν, τοὺς μάλιστα αἰτίους τῆς ἀποστασίας περιστησάμενος, «ἄνδρες» εἶπε «φίλοι, οὐδὲν οὕτω πρὸς ἀνανδρίαν καὶ μικροψυχίαν ἐπαγωγὸν, ὡς τὸ φιλοψυχεῖν καὶ πρὸς τὴν ἀποβολὴν τῶν ὄντων μαλακίζεσθαι. Ῥωμαῖοι δὲ οἱ πρὸ ἡμῶν οὐχ οὕτω διακείμενοι, τὴν οἰκουμένην μικροῦ δεῖν πᾶσαν παρεστήσαντο, ἀλλὰ πάντα πόνον ὑπομένοντες ὑπὲρ φιλοτιμίας καὶ τοῦ μὴ δοκεῖν ἥσσους φαίνεσθαι τῶν πολεμίων. ὅθεν οὐ μόνον ἐκ τοῦ