279
επεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ εως μὲν αμφω παρῆσαν οἱ υπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν ̔Ρώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ηλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, ηθροισε τοὺς ἐν τῇ πόλει πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ ουτως εκαστον ἀνακρίνων οστις τε ειη καὶ ο,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ' ἐπὶ πλεί2.214 ους ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς ̔Ρωμαίοις ηρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ωστε μηκέτ' ἀναχωρῆσαι δι' αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, ατε καὶ αὐτοὶ πολλοὶ οντες καὶ πολλοὺς ἐλέφαντας εχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ωρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ ὑπὸ τῶν ̔Ρωμαίων ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ανδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ανευ τῶν συνήθων σφίσιν ἀνδρῶν οντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ αδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν· καὶ ουτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς αλλους προσεπεσπάσαντο. ους καὶ εἰς τὴν ̔Ρώμην ἐκόμισαν ἑκατὸν οντας καὶ εικοσιν, ουτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ωστε μήτ' ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ' αὐτῶν ἐπέτειναν καὶ υλην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν οὐδ' αἰσθανομένους οτι πλέοιεν. ὁ μὲν ουν Μέτελλος ουτως ἐνίκησεν, ὁ δ' ̓Ασδρούβας ὁ τῶν Καρχηδονίων 2.215 στρατηγὸς σωθεὶς τότε υστερον ὑπὸ τῶν οικοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη. Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς ̔Ρωμαίοις διά τε ταλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν ̔Ρηγοῦλον συνέπεμψαν, πᾶν δι' αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ωρκωσάν τε αὐτὸν η μὴν ἐπανήξειν. καὶ ος τά τε αλλα ὡς εις τῶν Καρχηδονίων επραττε καὶ ουτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο ουτε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλούμενος, ἀλλ' εξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς εθος ην χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον ειπεν "ἡμᾶς, ω πατέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι επεμψαν· ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι αλλαγμα." ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς αν καθ' ἑαυτοὺς οἱ ̔Ρωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ' οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, ειπεν "εἰμὶ μὲν εις ἐξ ὑμῶν, ω πατέρες, καν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ ̔Ρωμαίαν ειναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις 2.216 προσήκω, ἐπεὶ δ' οὐκ ἐκ κακίας, ἀλλ' ἐκ προθυμίας ἐδυστύχησα, καὶ ̔Ρωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ' ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλλαγὰς νομίζω." Ταῦτα ὁ ̔Ρηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθηκε δι' ας τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς "οιδα μὲν οτι προυπτός μοι ολεθρος πρόκειται·