279
ἐπιτηδεύειν. Λατρεύειν. κυρίως τὸ δουλεύειν καὶ πάντα ποιεῖν ἀπὸ διαθέσεως. καθὼς καὶ Παῦλος ὁ ̓Απόστολος φησίν· ῳ λατρεύω ἐν τῷ πνεύματί μου. Λαφύξασ. διασπαράξας· ἀφειδῶς θοινησάμενος. lambda.1292 Λαχόντα. κληρωσάμενον. Λαχόην. εστι λάχοιμι, λάχοις, λάχοι. ἐκ τούτου γίνεται λαχοίη κατὰ πλεονασμὸν τοῦ ˉη ἀττικῶς. ειτα προσθήκῃ τοῦ ς λαχοίης καὶ τροπῇ τοῦ ς εἰς τὸ ν τὸ πρῶτον λαχοίην. ωσπερ ἐτύφθην, ἐτύφθης, ἐτύφθη. καὶ λοιπὸν οἱ Αἰολεῖς ἀποβάλλουσι τὸ ι, καὶ γίνεται λαχόην. Λαχῆναι. σκάψαι. Λάψαι. τῇ γλώσσῃ πιεῖν, η ῥοφῆσαι. Λαιθυράζω. χλευάζω. Λαικάζω. τὸ ἀπατῶ. ἀπατητικαὶ γὰρ αἱ λαικάστριαι, ο ἐστιν αἱ πόρναι. Λαμβανόμενοσ. προβαλλόμενος. ̓Αποστολικὴ ἡ λέξις. πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται. ( ̓Επίῤῥημα.) Λὰξ ἐντείνων. ἀντὶ τοῦ λακτίσματι τύπτων. Τὸ Λ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Λέβησ. τὸ χερνίβιον. ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι. λέβης καὶ τὸ κακlambda.1293 κάβιον· εἰς ον λείβεται καὶ ἐμβάλλεται τὸ υδωρ. Λέβησ. καὶ ονομα ἰχθύος. τὰ υεια κρέα καὶ τοὺς λέβητας. Λεβηδών. τόπος, ἐν ῳ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανησίαν ̓Αῤῥαβίαν Μωαβῖται. Λεγεών. αἱ δώδεκα μυριάδες. Λέκιθοσ. ὁ κρόκος τοῦ ὠοῦ. Λέμβοσ. τὸ μικρὸν πλοιάριον. Λευστῆρα. λιθοβόλον. Λυκόφρων· λευστῆρα ουνεκ' εριψε πρῶτος πέτρον. Λευΐτησ. ὁ διάκονας, καὶ ὁ ἀπὸ φυλῆς τοῦ Λευΐ. η λευΐτης ἐστὶν ὁ διακονῆσαι τὸν τοῦ θεοῦ λόγον πρὸς ὠφέλειαν αλλοις δυνάμενος. Λευγαλέοσ. ὀλέθριος· χαλεπός. Λευρόσ. ὁμαλὸς, λεῖος· πλατύς. ἀπὸ τοῦ λίαν εὐρύς. Λευϊθὰν, η λευϊαθάν. βασιλεὺς ὑδάτων ἑρμηνεύεται. Λευχείμων. λευκὰ ἱμάτια ἐνδεδυμένος. Λεώσ. ὁ λαός. ̓Αττικὸν δέ ἐστι. Λέων. παρὰ τὸ λάω, τὸ βλέπω. ἐξ ου καὶ ἀλαὸς, lambda.1294 ὁ ἐστερημένος τοῦ βλέπειν. ὀξυδερκέστατον γὰρ τὸ ζῶον, ὡς φησὶν ὁ Μανέθων ἐν τῷ πρὸς ̔Ηρόδοτον, οτι οὐδέποτε καθεύδει ὁ λέων. τοῦτο δὲ ἀπίθανον· οὐκ ἐνδέχεται γὰρ ἐγρηγορέναι ἀεί. ἀλλ' ισως, ὡς ἡ δορκὰς ἐν τῷ καθεύδειν, ουτως καὶ ὁ λέων ἀνεωγμένους εχει τοὺς ὀφθαλμούς· ἐπειδὴ τῶν ὀφθαλμῶν αὐτοῦ μεγάλων οντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται σκεπάσαι αὐτούς. Λειμών. κῆπος· η τόπος ἀνθηρὸς, η παράδεισος. παρὰ τὸ λείβω, λειβὼν, καὶ λειμών. περιεκτικὸν δέ ἐστιν, ὡς καὶ τὸ χειμών. καὶ λείμαξ, ὁ κῆπος. Λείξουροσ. ὁ πλεονέκτης. Λειβήθριοι. εθνος μωρόν. ἀπὸ τόπου Λειβήθρα καλουμένου, ἐν ῳ κατοικοῦσιν ἀνόητοι ανθρωποι. Θουκυδίδης· Λειβηθρίων ἀνοητότεροι. Λείουσ. ὁμαλούς. Λειόβατοσ. ὁμαλός. Λειρόφθαλμοσ. εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λείlambda.1295 ριον, ο σημαίνει τὸ ανθος. εἰ δὲ διὰ τοῦ ι, σημαίνει τὸν ἀναιδῆ. τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾷν. λέγει δὲ Ωρος ὁ Μιλήσιος, οτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων διὰ τὴν συνέμπτωσιν τοῦ ἀνθ' ων ἐπίστατο, οπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ων ὑποτακτικοῦ αρθρου γέγονε. Λειποτάκτησ. ὁ φεύγων καὶ καταλιμπάνων τὴν τάξιν. κυρίως δὲ ἐπὶ στρατιωτῶν φευγόντων τὸν πόλεμον. Λειπόνεωσ. ὁ λιπὼν τὴν ναῦν. Λειχήν. ειδος πάθους. παρὰ τὸ λείχω· καὶ γὰρ φασὶν, ὡς ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. η παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν γέγονε, τὸ μὴ ον λεῖον. (Θηλυκόν.) Λεηλασία. αἰχμαλωσία. Λεκάνη. ης τὸ χάσμα λεῖόν ἐστι· πεπλάτυνται γάρ. λειοχάνη ουν ἡ ἐτυμολογία. Λεκιθοπῶλισ. ἡ τὰ ὠὰ πωλοῦσα. Λέξισ. μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου. κυρίως δὲ λέξις ἡ εχουσα τὶ λεκτὸν ἐν αὐτῇ, τουτέστι σημαντικόν. Λεβηρίσ. τὸ δέρμα τοῦ οφεως. †Λέπαργοσ. ἡ χιών.† †Λεπρά. τραχεῖα.† lambda.1296 Λέσχαι. τὰ δειπνητήρια, καὶ αἱ φλυαρίαι, καὶ αἱ πολυλογίαι, καὶ αἱ υβρεις. οἱ γὰρ καθεζόμενοι χάριν θέρμης ἐν ταῖς οἰκίαις λόγους συναίρουσιν. Λεσχέραι. αἱ σχολαί. ἀπὸ τοῦ λέξαι· ἐκεῖ γὰρ ὡμίλουν. Λέπρα. σπῖλος ἐγγινόμενος τῷ σώματι κατά τι πάθος, σβεννυμένου τοῦ αιματος καὶ λευκαινομένου. οὐδὲν γὰρ ετερον ἐστὶ σὰρξ η πεπηγὸς αιμα. †Λέρνη. ἡ κρήνη.† Λευκή. νήσου ονομα ἐν Πόντῳ. Λευκὴ δὲ λέγεται διὰ τὸ ἐνδιαιτᾶσθαι ἐν αὐτῇ πλῆθος λευκῶν ὀρνέων. Λευκή. ἡ διαφανὴς καὶ λαμπρά.