279
δὲ ὥσπερ ἐν βορβόρῳ τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων, ἀδύνατός ἐστι πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Ἀμαθεῖς ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι τὰ μηδενὸς ἄξια, πλοῦτον καὶ ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν τὴν πρὸς τὰ ἐναντία περιτροπὴν ἔχει, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ τὰ χρήματα; τίς σώφρων δι' ὑγείαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκαστον γίνεται. Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον, καὶ τῆς σαρκὸς τὴν παχύτητα, ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσῃ νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσιν 96.348 καὶ ἀοράτοις, ἐν τοῖς οὐχ ἑστῶσι καὶ ὁρωμένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκαθαρμένων εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασιν. Οἱ τῆς ψυχῆς ἀμελοῦντες, ἐπιμελόμενοι δὲ τοῦ σώματος, ὅμοιοι τυγχάνουσιν ἀνθρώπῳ, βορβόρῳ μὲν καὶ πηλῷ τοὺς ὀφθαλμοὺς καταχρίοντι, ὕδατι δὲ καθαρῷ τοὺς οἰκείους ἀναπλύνοντι πόδας. Τῶν ἀνθρώπων πάντων μίαν καὶ τὴν αὐτὴν ἐχόντων ψυχῆς φύσιν, καὶ μὴν καὶ τὴν αὐτὴν τῆς σαρκὸς οὐσίαν, οἱ μὲν λέγονται σαρκικοὶ, οἱ δὲ δοῦλοι τῆς ἁμαρτίας· οἱ δὲ ἐλεύθεροι ἀπὸ τῆς ἁμαρτίας, οἱ δὲ ἐν σαρκὶ, οἱ δὲ οὐκ ἐν σαρκὶ, σάρκα ἔχοντες, ἀλλ' ἐν πνεύματι· οἱ δὲ ζῶντες μὲν ἐν Χριστῷ, ἁμαρτάνοντες δὲ τῇ ἁμαρτίᾳ· οἱ δὲ ζῶντες μὲν τῇ ἁμαρτίᾳ, ἀποθανόντες δὲ τῷ Χριστῷ. Καὶ πάλιν οἱ μὲν ἀλόγων ζώων ἔσχον ὀνόματα, ἢ ἡμέρων, ἢ τοὐναντίον ἀγριωτάτων, κατὰ τὴν τοῦ ἤθους αὐτῶν κατασκευήν.
ΤΙΤΛ. ΙΒʹ. -Περὶ σπάνης καὶ ἀφορίας χρηστῶν ἀνδρῶν.
«Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν.» «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.» «Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον.» «Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν.» «Οὐκ ἔστι σοφία ἐν Θεμᾶν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν.» Ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν.
ΤΙΤΛ. ΙΓʹ. -Περὶ συνεδρίου· καὶ ὅτι οὐ χρὴ ἐν συνεδρίῳ ἀκροάσεως γενομένης
διαλέγεσθαι. «Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεισελεύσεται αὐτῷ νεῖκος. Ὅταν γὰρ
καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.» «Ὑπερτίθενται λογισμοὺς, οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδ' οὐ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ καιρῷ.» «Ἑτέρου λέγοντος, μὴ πολλάκις ἀδολέσχει. Ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλίαν.»
ΤΙΤΛ. Ι∆ʹ. -Περὶ τῶν συμβαινόντων καὶ συμπιπτόντων ἐκ παραλόγου.
«Ἔστιν εὐδοκία ἐν κακοῖς ἀνδρί· καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις ἡ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν. Ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἔστιν ἀποτιννύων αὐτὰ ἑπταπλάσια.»
ΤΙΤΛ. ΙΕʹ. -Περὶ στρατιωτῶν.
«Ἐπηρώτων αὐτὸν οἱ στρατευόμενοι λέγοντες Καὶ ἡμεῖς τί ποιήσωμεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.» Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωάννης ὁ πάνυ. Τί