279
κοινωνῆσαι, καὶ οἰκονομίαν εἶναι καθ' ὕφεσιν ἀκριβείας, ἀλλ' οὐκ ἔκπτωσιν ἀληθείας τοῦτο"5. τί ταῦτα, ὦ πάτερ τιμιώτατε; οὐχ ὁμολογεῖ, ὡς ἐν τύπῳ εἰπεῖν, ὅτι "4φειδοῖ τοῦ γήρους ὤλεσά μου τὴν ψυχήν, κοινωνήσας ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ἁγίων· τοῦτο γὰρ ἡ εἰκονομαχικὴ αἵρεσις, κἀν τούτῳ συνηλίσθην τοῖς ἀσεβέσιν, εἶτα καὶ ἕως τέλους ἐνέμεινα ἐν τῷ μοναστηρίῳ μου ἀδίωκτος, δονουμένης τῆς καθ' ἡμᾶς οἰκουμένης"5; οὐχ οὕτως ἐξομολογεῖται καὶ προσκλαίει, ἀλλὰ τὰ βατταρίσματα ἐκεῖνα φαίη καί, ὥς φησιν ὁ ἐξηγούμενος, ὅτι γε καὶ παράγει εἰς συνηγορίαν αὐτοῦ ∆ιάνιόν τινα τῶν πατέρων τὸ αὐτὸ πεποιηκότα, ὅν, φησίν, εἰσεδέξατο ὁ Ἅγιος Βασίλειος, ἐπεὶ καὶ τὸν πατέρα Γρηγορίου τοῦ Θεολόγου. Ὢ δικαίας ἀγανακτήσεως τοῦ τε ἱεροῦ ἡμῶν ἀρχιερέως καὶ παντὸς τοῦ ὁμολογητικοῦ πληρώματος· εἰ γὰρ ἐκεῖνο οὐ κοινωνία οὐδὲ ἔκπτωσις, τί τὸ ὄφελος τῶν ἐκείνοις ἀγώνων τε καὶ ἄθλων, αἱμάτων τε καὶ ταλαιπωρημάτων; τί δὲ καὶ αὐτὸς ἐπετιμήθη; τί δὲ καὶ ἀφίησι τὸ μοναστήριον; τί δὲ καὶ εἴργεται τῆς ἱερουργίας; ὤ, καὶ αὖθις λέγω, τῆς θείας ἀγανακτήσεως· ὅτι τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχων οἴεται καὶ τοὺς πατέρας ταὐτοπαθεῖν αὐτῷ. φέρε οὖν, ἴδωμεν τὸν ἀλόγιστον λόγον· "4μετέλαβον, ἀλλ' οὐκ ἐκοινώνησα"5. λέγει τοιγαροῦν ὧδέ που τῶν θεολόγων ὁ διαβόητος· μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα. μεταλαμβάνει τῆς ἐμῆς ἀσθενείας, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ· δευτέραν οὖν κοινωνίαν κοινωνεῖ, καὶ πολὺ τῆς προτέρας παραδοξοτέραν. ἰδού, τὸ "4μετέλαβον"5 κοινωνεῖν ἐκπέφασται· μετάληψις γὰρ καὶ κοινωνία ταὐτόν, ἡ μὲν ἐκ τοῦ μετέχεσθαι, ἡ δὲ ἐκ τοῦ τοὺς μετέχοντας κοινοποιεῖσθαι ὀνομαζομένη. καὶ τοίνυν ὁ θεσπέσιος ἀπόστολος· τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τὸν ἄρτον, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Ἰδού, δέδειχε κἀνταῦθα τὸ φῶς τοῦ κόσμου ὅτι κοινωνία ἐστὶν ἡ μετοχή, οὐκ ἄν τις δὲ φρενῶν εἴσω ὢν οὐχὶ τὴν μετοχὴν μετάληψιν εἴποι. ὡς οὖν ὁ θεῖος ἄρτος ὑπὸ τῶν ὀρθοδόξων μετεχόμενος πάντας τοὺς μετόχους ἓν σῶμα ἀποτελεῖ, οὕτω δὴ καὶ ὁ αἱρετικὸς ἄρτος κοινωνοὺς τοὺς αὐτοῦ μετέχοντας ἀλλήλων ἀπεργαζόμενος ἓν σῶμα ἀντίθετον Χριστοῦ παρίστησι, καὶ ὁ κενολόγος μάτην κενολογεῖ. εἰ δὲ ὅτι ὁ νοῦς, ὁπότε μετελάμβανεν, οὐ συνδιετίθετο τῷ πραττομένῳ, τοῦτό ἐστι τὸ μᾶλλον ἀρνητικόν, ὅτι, καίπερ εἰδὼς ἐκτοπουργεῖν, ὅμως ἐν γνώσει ἡμάρτανεν, μὴ φοβηθεὶς τὸν ἀποκτένοντα θεὸν καὶ ψυχὴν καὶ σῶμα διὰ τῆς ἐν γεέννῃ ἐμβολῆς, ἀλλὰ τὸν προσκαίρως σῶμα τύπτοντα. τί συμφέρει τὰ ἀσύμβατα; τί οἴεται συνηγόρους τοὺς ἀντηγόρους αὐτοῦ ἁγίους; ἤδη καὶ μόνον κατάνευσις ἢ ἀνάνευσις ἐπί τε ὁμολογίας καὶ ἀρνήσεως ἔργου πλήρωσις αὐτοῖς δογματίζεται καὶ οὐδὲ ὑπόκρισιν εἰς μαρτύριον προσήκαντο τοῦ μόνον ἅψασθαι θύματος, οὐκ εἰδωλικοῦ, ἀλλ' οὐδὲ ἰδιοθύτου· καὶ τὰ παραδείγματα ἄπειρα. Τί δὴ οὖν ἄλλο ἢ τοῦτο ἦν ἐν τῷ προλαβόντι διωγμῷ; ὁ ἱερὸς πατριάρχης κατηνέχθη, ἐξωστρακίσθη, περιωρίσθη ἐν παραβύστῳ τόπῳ· ἀντίθρονος χριστομάχος, σύνοδος ἀθετούντων, ἀναθεματισμὸς τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου, ἀνάρρησις τῆς πάλαι ἀντιχριστούσης, ὑπερορίαι τῶν ἁγίων ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων καὶ μοναζουσῶν· αἵματα χεόμενα, θάνατοι ἄωροι, εἱρκταί, λιμαγχονήσεις, λεηλασίαι· τὸ φοβερώτερον καὶ ὁρώμενον καὶ ἀκουόμενον, ἡ σεπτὴ εἰκὼν τοῦ Χριστοῦ ἐνυβριζομένη, καταπατουμένη, τῆς Θεοτόκου, τῶν ἁπάντων ἁγίων, οἵ τε ναοὶ καὶ τὰ θυσιαστήρια ἐρειπούμενα, τὰ ἅγια βεβηλούμενα, πυρὶ παραδιδόμενα. τούτων οὕτως ἐχόντων, οὐ πᾶς ὁ κοινωνήσας, ἤγουν μεταλαβών, τοῦ ἰοβόλου ἄρτου ἀρνησίχριστος, ἔκθετος, ἀνόσιος, εἰ μή τι διὰ μετανοίας ἀνακληθῇ; οὕτως ἔχει ἡ ἀλήθεια καὶ ταύτῃ ἀπεκτάνθησαν οἱ μάρτυρες καὶ ὕποισαν ἅπαντα οἱ ἀντεχόμενοι.