Πηλιάδος μελίης· ἤγουν τὸ πῆλαι, «μόνος γὰρ ἠπίστατο πῆλαι», ὅ ἐστι κραδᾶναι, Ἀχιλλεύς, καὶ τὸ Πήλιον ὄρος, ὅθεν ἐτμήθη τὸ ξύλον, ἤδη δὲ καὶ τὸν πατέρα Πηλέα, οὗ δῶρον ἦν ἡ μελία. εἰ δὲ σιωπᾷ τὸ ὄνομα τοῦ Πηλέως Ὅμηρος, πατέρα μόνον εἰπών, σεμνῶς τοῦτο ποιεῖ, ἵνα μὴ κατακόρως εἰς πλέον ἐγκροαίνῃ παρηχήσεσι. ∆ῆλον δὲ ὅτι ἐξαίρετόν τι τὸ τοιοῦτον δῶρον ἦν ἐκ Χείρωνος μὲν τῷ Πηλεῖ, ἐξ αὐτοῦ δὲ τῷ υἱῷ, καθὰ καὶ τὸ σάκος τῷ Αἴαντι. διόπερ οὐδὲ ἦν εὐμεταχείριστον τῷ Πατρόκλῳ. (ῃ. 143) Ὅρα δὲ καὶ ὅτι ἔγχος προειπὼν Ἀχιλλέως, εἶτα εἰς τὴν ἰδιαιτάτην μετέβη αὐτοῦ κλῆσιν τὸ «Πηλιάδα μελίην». (ῃ. 144) Ἰστέον δὲ ὅτι τὸ «φόνον ἔμμεναι ἡρώεσσι» σεμνύνει μὲν καὶ τὸν Ἀχιλλέα ὡς μὴ ἀναιροῦντα τυχόντας ἄνδρας ἀλλ' ἥρωας. ἔστι δὲ παραφραστικὴ ἐπιτομὴ τοῦ «τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων», ὃ ἔφη που περὶ Ἀθηνᾶς. ἔνθα καὶ σεμνότερον τοῦ φονεύειν τὸ δάμνησιν. (ῃ. 145-7) Ὅτι Πάτροκλος μετὰ τὸν Ἀχιλλέα τὸν Αὐτομέδοντα τῖε μάλιστα, ὅ ἐστιν ἐτίμα. «πιστότατος δέ οἱ ἔσκε μάχῃ ἐνὶ μεῖναι ὁμοκλήν», ἤγουν πεπεισμένος ἦν ἐπ' αὐτῷ Πάτροκλος. καὶ ἄλλως, πίστιν ἐκεῖνος ἐδίδου τῷ Πατρόκλῳ, ὡς ἔστιν ὑπομενετικὸς ἐν μάχῃ οἷα μενεχάρμης καὶ μενεπτόλεμος. οὕτω καὶ Ἀχιλλεὺς μετ' ὀλίγα ἡγεμόνας ποιήσεται «οἷς ἐπεποίθει σημαίνειν», ἤγουν οἳ πιστοὶ αὐτῷ ἦσαν ἄρχειν. Ἐκ τοῦ πείθω δέ ἐστιν ὁ πιστός, ὥσπερ καὶ ὁ πιθανός, [Ὁ μέντοι πιστὸς ἤγουν ποτός, τουτέστι πινόμενος κατὰ τὸ χριστὰ καὶ πιστὰ φάρμακα, ἐκ τοῦ πίω πίσω παρῆκται, καθὰ καὶ τὰ πίσεα, περὶ ὧν ἀλλαχοῦ δηλοῦται.] (ῃ. 147 ς.) ∆ιὰ δὲ τὴν ῥηθεῖσαν τιμήν, πάντως δὲ καὶ ἑτεροίαν, ἡνίοχος τῷ Πατρόκλῳ γίνεται ὁ ῥηθεὶς Αὐτομέδων, ὃς καὶ ὕπαγε ζυγὸν ὠκέας ἵππους, κελευσθεὶς μὲν καὶ ὑπ' Ἀχιλλέως, καὶ ἄλλως δέ, ὡς εἰκός, ἐπὶ πλέον ἀφ' 3.822 ἑαυτοῦ ὁρμηθεὶς ὡς ἀντιτιμῶν τὸν τιμῶντα. [Ἰστέον δὲ ὡς, εἰ καὶ οἱ μεθ' Ὅμηρον ὑπάγειν ζυγῷ φασιν ἐν δοτικῇ συντάξει, ἀλλ' ἐνταῦθα τὸ ὑπάγειν ζυγὸν ἵππους ταὐτόν ἐστι τῷ ὑπὸ ζυγὸν ἄγειν. Τὸ δὲ «ὠκέας» προκλητικόν ἐστι τοῦ ἐφεξῆς αὐτίκα μύθου περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως.] (ῃ. 149) Ὅτι Ξάνθος καὶ Βαλίος παροξυτόνως, καθὰ καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται, ἵπποι Ἀχιλλέως, οἵ, φησίν, «ἅμα πνοιῇσι πετέσθην», ὅ ἐστιν ὁμοίως πνοαῖς ἀνέμου ἐπέτοντο, ὅπερ ἐν ἄλλοις φησὶ «θέειν ἀνέμοισιν ὁμοῖοι». (ῃ. 150 ς.) Λέγει δὲ καὶ ὅτι αὐτοὺς «τέκετο Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη, βοσκομένη ἐν λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο». Ὥστε ἱπποφυές τι δαιμόνιον ἡ Ποδάργη, εἰ κατὰ τὸν μῦθον καὶ βόσκεται καὶ ἵππους γεννᾷ. παραλαλεῖ δὲ ὁ τοιοῦτος μῦθος καὶ ἔκτοπόν τι χρῆμα καὶ θεῖον τὴν παρωκεάνιον ταύτην Ποδάργην εἶναι καὶ τοὺς ἐξ αὐτῆς ἵππους, καὶ μηδὲ ἐξ ἀνθρώπων αὐτοὺς ἁπλῶς ἐλθεῖν τῷ Ἀχιλλεῖ, ἀλλὰ θεόθεν ποθέν. οὐ γὰρ ἂν ἄλλως αὐτῷ ἐξ Ὠκεανοῦ κτῆμα ἦλθον ἵπποι τοιοῦτοι. Ἰστέον δὲ ὅτι οἱ γράφοντες ἐνταῦθα οὐ παρὰ ῥόον Ἠριδα[νοῖο, καθὰ πολλὰ τῶν ἀντιγράφων ἔχει, ἀλλὰ ῥόον Ὠκεα]νοῖο, ἐξωκεανίζεσθαι ῥηθεῖεν ἂν τῇ κατὰ τὴν τοιαύτην γραφὴν ἀποπλανήσει. Τίς μέντοι ὁ Ἠριδανός, δηλοῖ ὁ Περιηγητής. ὄνομα δὲ κύριον Ἁρπυίας ἡ Ποδάργη, ἧς παρώνυμος ὁ τοῦ Ἕκτορος Πόδαργος. Ἰστέον δὲ ὅτι ταῦτα μυθικῶς μὲν διὰ τὸ ὑπερβάλλον τάχος τῶν τοιούτων ἵππων λέγει, ὡς οἷα ποδηνέμων ἢ ἀελλοπόδων ὄντων. τὸ δὲ φυσικόν, ὅθεν ὁ μῦθος ἐλήφθη, τοιοῦτόν ἐστιν, ὡς αἱ ἵπποι κατὰ τὴν καὶ ἀλλαχοῦ ῥηθεῖσαν ζωϊκὴν ἱστορίαν ἐξανεμούμεναι πρὸς Βορέαν, ᾧ συγγενές τι καὶ ὁ Ζέφυρος, εὐγενέστερον κύουσιν, 3.823 ὁποῖοι, ὡς εἰκός, καὶ οἱ τοῦ Ἀχιλλέως ἵπποι τετυχήκασιν εἶναι. Ἡ δὲ Ἅρπυια3.823 εἶδος μέν τι ἄλλως ἀνέμου ἐστί, πέπλασται δὲ τῷ μύθῳ εἰς δαιμόνιον πτερωτὸν ἱπποφυές, ὡς εἴρηται, ὁποῖα ὁ μῦθος παραφύειν τολμᾷ. οὗ καὶ ὁ Πήγασος ἐπίνοια. Ἐπεὶ γὰρ ἄνεμοί τινες βίαιοι κουφίζουσι κάτωθεν καὶ βαρέα σώματα, ἐμυθεύθησαν ἐντεῦθεν Ἅρπυιαι, σωματοειδῆ τινα πνεύματα, τερατώδεις πλάσεις, ὑφ' ὧν καὶ λέγονται ἁρπάζεσθαι ὅσα γίνονται ἀφανῆ, ὡς δηλοῖ καὶ τὸ «Ἅρπυιαι ἀνηρείψαντο». ὧν μιᾶς τινος ἐξέφυ καὶ ἡ Ποδάργη, πρέπουσα κατὰ τὸν μῦθον εἰς γένεσιν πόδας ἀργοῦ ἵππου εἴτ' οὖν ποδώκεος. ∆ῆλον δὲ ὡς, εἰ καὶ ταῖς