280
συντυχόντος ἀπεδίδρασκον τοὺς πόνους, ἀλλὰ καὶ δυσπραγίαις χρώμενοι μεγάλαις καὶ στρατηγοὺς ἀποβάλλοντες καὶ στρατόπεδα ὁλόκληρα ἐν τοῖς πολέμοις, οὐδὲν ὑφίεσαν τῆς τόλμης, οὐδὲ τοῦ φρονήματος, ἀλλὰ πάντα μᾶλλον ᾤον 2.245 το δεῖν πρότερον ὑπομένειν ἢ δουλοῦν τοῖς πολεμίοις ἑαυτούς. ὑμεῖς δὲ οὐκ οἶδ' ὅ,τι παθόντες, ἢ τίσι χρησάμενοι ταῖς τύχαις, φοβεροὶ τοῖς πολεμίοις ὄντες καὶ ῥάβδος ὑπ' ἐκείνων κεκλημένοι σιδηρᾶ, δειλοὶ καὶ ἀγεννεῖς καὶ ἀνελεύθεροι ἀντὶ τῶν προτέρων ὤφθητε ἀθρόον, καὶ τοῖς πολεμίοις ἑκόντες ὄντες ἐγχειρίζετε σφᾶς αὐτοὺς, μηδένα πόνον περὶ τὸ χειρώσασθαι ὑμᾶς εἰσενεγκοῦσιν. οὔτε γὰρ ἐν μάχῃ ἡττήμεθα οὐδεμιᾷ αὐτῶν, οὔτ' εἰς τοσοῦτον ἡμῖν ἧκε τὰ πράγματα ἀνελπιστίας, ὥστε ἀπορεῖν ὅπῃ σωθησόμεθα, εἰ μὴ σφᾶς αὐτοὺς ἐγχειρίσομεν τοῖς πολεμίοις. ἐγὼ δὲ οὕτως ἐξαρχῆς καὶ νῦν οὐδὲν ἧττον πέπεικα ἐμαυτὸν, ὡς οὐδέποτε προησόμενος ὑμᾶς, ἀλλ' ἢ σὺν ὑμῖν παραστησάμενος τοὺς πολεμίους συμμερίσασθαι καὶ τὴν δόξαν καὶ τὴν ὠφέλειαν τὴν ἐκ τῆς νίκης, ἢ μαχόμενος πεσεῖσθαι, ἂν ἡττᾶσθαι συμβαίνῃ, ἐλευθέροις καὶ γενναίοις ἀνδράσι προσηκόντως. εἰ μὲν οὖν τὴν προτέραν εὔκλειαν ἐνθυμηθέντες ἀντιστῆναι ἐθελήσετε πρὸς τὰ δεινὰ, καὶ μὴ ἐν ἀνδραπόδων μοίρᾳ καταπλαγέντες τὴν νίκην παρέχειν ἀναιμωτὶ τοῖς πολεμίοις, ἄριστα βουλεύσεσθε καὶ προσήκοντα ὑμῖν αὐτοῖς. εἰ δ' ἄρα τοσοῦτον ἥττησθε πρὸς τῶν οἰκείων τὴν συμπάθειαν, ὥσθ' ὑπὲρ ἐκείνων καὶ τὰ αἰσχρότατα καὶ ἀγεννέστατα ὑφίστασθαι, οὐ δέον οὕτως ἀμφιβόλους φέρεσθαι καὶ δεινὰ πάσχειν κλονουμένους, ἀλλὰ συνταξαμένους φανερῶς, ἐφ' ἃ προείλεσθε χωρεῖν. οὔτε γὰρ ἄκοντας εἱλκύσαμεν ἡμῖν δουλεύειν, οὔτε νῦν κω 2.246 λύσομεν, εἰ μὴ ἑκόντες ὄντες αἱρεῖσθε τὴν μεθ' ἡμῶν διατριβὴν, ἀλλὰ καὶ πρὸς ἀπόντας τὴν ἴσην καὶ ὁμοίαν ὑμᾶς διατηρήσομεν φιλίαν. ὁρῶ γὰρ, ὡς οὐ διὰ κακίαν, ἀλλ' ὑπὸ τῆς τῶν οἰκείων μαλακισθέντες μνήμης, καὶ ἃ μὴ οἴεσθε λυσιτελεῖν, πράττειν ἀναγκάζεσθε.» τοιαῦτα εἰπόντος βασιλέως, καὶ αὐτοὶ πολλὰ ἑαυτοῖς καταμεμψάμενοι φανερῶς, ὡς διὰ τῶν οἰκείων τὴν συμπάθειαν δειλοῖς καὶ ἀγεννέσι παρ' ἀξίαν φαινομένοις, ἔπειτα καὶ σωτηρίαν ἐπευξάμενοι καὶ δεηθέντες μηκέτι μέλλειν, ἀλλὰ πρόνοιάν τινα ποιεῖσθαι ἑαυτοῦ, ὅποι ὁ θεὸς ἡγοῖτο, ἀνεχώρουν, προσαγορεύοντες καὶ ἀσπαζόμενοι τὸν βασιλέως πόδα. ἐκεῖνος δὲ μηκέτι ἀναμίγνυσθαι ἐκέλευε τοὺς ἀπιόντας τοῖς ὑπολειπομένοις, ἵνα μὴ ταραχὴ καὶ σύγχυσις ᾖ, ἀγνοουμένων τῶν μενόντων· ἀλλὰ τὸ ὑπ' αὐτὸν τάγμα ἀκέραιον διαμεῖναν, οὐδεὶς γὰρ αὐτῶν ἐλειποτάκτησεν, ἄπωθεν στὰν πρὸς ἐκεῖνο τοὺς μενοῦντας χωρεῖν. αὐτίκα τε οἱ μὲν ἐχώρουν πρὸς τὸ τάγμα· οἱ λοιποὶ δὲ παριόντες ἕκαστος καὶ προσαγορεύοντες βασιλέα, ἀπηλλάττοντο. ὁ δ' ὥσπερ οὐδενός τινος γινομένου καινοῦ, ἵστατο ἀντασπαζόμενος τοὺς παριόντας, οὐδὲ ἴχνος γοῦν τι λύπης ἢ ταραχῆς φαίνων ἐν τῷ προσώπῳ. ἀπέστησαν δὲ οὐχ οἱ ἐκ Θεσσαλονίκης μόνον καὶ Βυζάντιοι καὶ ἄλλοι ὅσοι πόλεων ἑτέρων ἦσαν πολῖται, οἷς πρόφασις εὐπρεπὴς οἱ οἰκεῖοι ἦσαν, ἀλλὰ καὶ τῶν ∆ιδυμότειχον οἰκούντων οὐ στρατιῶται μόνον, ἀλλὰ 2.247 καὶ τῶν εὐγενῶν καὶ μάλιστα εὔνων δοκούντων βασιλεῖ πολλοὶ, οἷς καὶ Ἀπελμενὲ συνεξητάζετο πολλὰ τῆς βασιλέως εὐμενείας ἀπολελαυκὼς καὶ ἐκ μικροῦ καὶ τοῦ τυχόντος λαμπρὸς ἐς τὰ μάλιστα γεγενημένος καὶ περιφανής. ἔτι γὰρ μειράκιον ἐκεῖνον ὄντα ὁρῶν ὁ βασιλεὺς φύσεως πρὸς τὰ καλὰ ἐπιτηδείου τετυχηκότα καὶ δυνάμενον, εἰ ἄσκησιν προσλάβοι, ἄριστον παρέχειν πρὸς τὰ ἐπιτηδευόμενα ἑαυτὸν, ἐφιλονείκησε πρὸς πᾶσαν ἄριστον παιδείαν ἀποφαίνειν, καὶ πρός τε λόγους καὶ πρὸς τὰς στρατείας μάλιστα ἐξήσκησε. παρεχόμενος δὲ καὶ τὴν παρ' αὐτοῦ ῥοπὴν, οὐ πλούσιον μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οἰκετῶν ὑπερέχοντα ἀπέφαινεν. ὁ δ' ἐν τοῖς ἄλλοις μὲν ἅπασιν ἄριστον παρεῖχεν ἑαυτὸν καὶ τῆς βασιλέως ἄξιον φιλοτιμίας· κόμπῳ δὲ φρονήματος οὐδέποτε τῆς ἀξίας ἀπολαύειν ᾤετο, ἀλλ' ὅσων ἂν τύχοι, τῶν προσηκόντων ἐνόμιζεν ἐλάσσω· ὅθεν καὶ ἀχάριστος ἐδείκνυτο πρὸς τὸν δεσπότην μεγάλων ἀξιοῦντα. ἐπεὶ δὲ καὶ ἐξ