280
ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς α συνεβούλευσα· ἀλλὰ καὶ ουτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί ουν οὐκ ἐκδιδράσκεις η ἐνταῦθα καταμένεις; ἀκούσεται οτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ αν παραβαίην τοὺς ορκους, οὐδ' εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι' αλλα, μάλιστα δὲ οτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, αν δ' ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀναπλησθήσεται." ̔Η γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ενεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς ουν τοῦτο αὐτός, ινα μὴ τὸ συμφέρον δι' αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ' αὐτοῦ ἀπολέσθαι. καὶ ουτε ἡ σύμβασι γέγονεν ουτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ' αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο αλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ' υπατοι μήτ' ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν εφασαν μήτ' ἀπιόντα κατασχεῖν. καὶ ουτω προτιμήσας μὴ παραβῆναι τοὺς ορκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ' αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, ειτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν εχον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν ηλιον, ουτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμε2.217 νόν πῃ κλιθῆναι διὰ τὰ κέντρα διέφθειραν. α πυθόμενοι οἱ ̔Ρωμαῖοι τοὺς πρώτους τῶν παρ' αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτεῖναι. Τοὺς δ' ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε Γάιον τὸν ̓Ατίλιον τὸν τοῦ ̔Ρηγούλου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οι ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ' ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ετερον ενδον μηνοειδὲς ᾠκοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, οπως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι εκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες εφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκίας ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς ̔Ρωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ ̓Αμίλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ινα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς αρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ετερα, ουτως αὐτοὺς ᾠκειώσατο ωστε μηδ' ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οι πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ετερ' αττα ελαβον. ̓Ακούσαντες δὲ ταῦτα οἱ οικοι Καρχηδόνιοι πέμπουσιν ̓Αρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ος χειμῶνα ἐπιτη2.218 ρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ αλλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο. Εως μὲν ουν αμφω παρῆσαν οἱ υπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οικαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ' αὐτὸν στρατιώταις ἀναχωρήσαντος, ̓Αμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς εφθειρε, καὶ ἡ ιππος αὐτοῦ ἐκ τοῦ ∆ρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίζεσθαι τοὺς ̔Ρωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε, καὶ ὁ ̓Αρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς ̓Ιταλίας τὰ παράλια εκειρεν· οθεν οἱ ̔Ρωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Λούκιος ̓Ιούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι' αὐτῶν Αννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς ̔Ρωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο οἱ ̔Ρωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ανδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν