280
παρὰ τὸ λεύσω, τὸ βλέπω. Λευκανία. ὁ λαιμὸς, ὁ στόμαχος, ὁ βρόγχος, η τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. παρὰ τὸ λευκὸν ειναι τῇ φύσει. η παρὰ τὸ χεύω, χευκανία καὶ λευκανία. †Λεωρία. ἡ χαλεπή.† Λεωφόροσ. ἡ τὸν λαὸν φέρουσα ὁδός. Λεία. ἡ λαφυραγωγία. καὶ ὁμαλὴ ὁδός. Λειξουρία. ἡ λαιμαργία, ἡ πλεονεξία. Λεική. τὸ πτύον. Λειοπετρία. ενθα εἰσὶν ὁμαλοὶ λίθοι. lambda.1297 Λειριόεσσαν. ἡδυτάτην, γλυκεῖαν. Ομηρος· λειριόεσσαν οπα ιησιν. ἀπὸ τοῦ λείρια, ο σημαίνει τὰ ανθη, λειριόεις καὶ λειριόεσσαν. Λειτουργική. κυρίως μὲν ἡ ἱερατικὴ, καταχρηστικῶς δὲ καὶ ἡ δουλικὴ ὑπηρεσία. Λειψυδρία. ἡ λεῖψις τοῦ υδατος. (Οὐδέτερον.) Λέμβοσ. τὸ μικρὸν πλοιάριον. †Λέγνον. τὸ εἰλητὸν καὶ ποικίλον.† †Λέκοσ. τὸ τρυβλίον.† Λέκτρον. κλίνη· κραββάτιον. Λέντιον. παρὰ τὸ λιαίνω, τὸ καθαίρω, λιέντιον καὶ λέντιον. †Λέπασ. τὸ πρόσαντες.† Λέπος καὶ λέπισμα καὶ λέπυρον. ὁ φλοιός. Λεπτόμιτον φάροσ. τὸ λεπτὸν ἱμάτιον. Λέπαδνα. οἱ χαλινοὶ καὶ οἱ κατὰ τῶν ἱππείων στηθῶν ἱμάντες ητοι οἱ μασχαλιστῆρες. Λευγαλέον. ὀλέθριον καὶ χαλεπόν. παρὰ τὸν lambda.1298 λοιγὸν, ο σημαίνει τὸν ολεθρον, λοιγαλέον καὶ μεταθέσει τῶν στοιχείων λευγαλέον. Λευρόν. τὸ λεῖον καὶ πλατύ. ἀπὸ τοῦ λίαν εὐρύ. Λευκόνιον. τόπος. Λέχοσ. μίξις, συνουσία, κοίτη. παρὰ τὸ λεχρίους ἡμᾶς ποιεῖν, ο ἐστι πλαγίους, η παρὸ τὸ λέγω, τὸ κοιμῶμαι, λέχος. Λεχέων στυγερῶν. μισητῶν γάμων. Λέχαιον. ονομα ορους. Λέχριον. πλάγιον. Λεωκόριον. τόπος *ἐν ̓Αθήναις.* †Λεῶρεσ. τὸ αωρον.† Λεῖον. τὸ ὁμαλόν. εστι λαύω τὸ ἀπολαύω. ονομα ῥηματικὸν λαύος. καὶ τροπῇ τοῦ μὲν ˉα εἰς ˉε τοῦ δὲ ˉυ εἰς ˉι, γίνεται λεὼς καὶ λεῖον, ου πᾶς ἐφίεται. Λείρια. τὰ ανθη. Λείψανον. παρὰ τὸ λείπω λείψανον. λείψανα γὰρ τὰ ἐγκαταλείμματα. η παρὰ τὸ λείβω, lambda.1299 λείψω, λείψανον. καὶ γὰρ εσπενδον ὑπὲρ τῶν τεθνεώτων. λείβω γὰρ τὸ σπένδω. Λεξείδιον. εἰ μὲν ἀπὸ τῆς λέξεως γέγονε μετοχῆς, διὰ τῆς ˉεˉι διφθόγγου γράφεται· εἰ δὲ ἀπὸ τῆς λέξιος ἰωνικῶς, διὰ τοῦ ˉι. †Λέγανον. τὸ καπύριον.† ( ̔Ρῆμα.) Λεανῶ. ἐκτρίψω· λεπτυνῶ, η ὁμαλίσω. Λέγω. τὸ κοιμῶμαι. Λεγόμεθεν. *ἐκοιμώμεθα.* οἱ Αἰολεῖς τὸ λεγόμεθα καὶ φερόμεθα εἰς ˉε ποιοῦσι, λεγόμεθεν καὶ φερόμεθεν, μετὰ τοῦ ν. ἀλλὰ καὶ τὰ εἰς ˉθˉεˉν λήγοντα ἐπιῤῥήματα εἰς ˉα ποιοῦσι, οιον οπισθεν, οπισθα, ατερθεν, ατερθα, χωρὶς τοῦ ˉν. οτε γὰρ ῃ εἰς ˉε τὰ ἐπιῤῥήματα, τότε καὶ τὸ ˉν, οιον οπισθεν· οτε δὲ εἰς ˉα, ἀφίσταται τὸ ˉν, ωσπερ καὶ τὸ λεγόμεθα. ειτα τὸ λεγόμεθεν ἐπλεόνασε τὸ ˉν. ουτως ̔Ηρωδιανὸς περὶ παθῶν. lambda.1300 †Λέγω. τὸ λαλῶ· καὶ μετρῶ· κοιμῶμαι· συλλέγω· καὶ τὸ λαγχάνω.† Λεηλατῶ. πορθῶ, αἰχμαλωτίζω. †Λελεγίζω. τὸ κιθαρίζω.† Λελιημένοσ. προθυμούμενος· η ἐπιθυμῶν. παρὰ τὸ μένος. η παρὰ τὸ λίαν τεθραμμένος. η εστι ῥῆμα λῶ, τὸ θέλω καὶ προθυμοῦμαι· ἐκ τούτου λιλῶ καὶ κατὰ παραγωγὴν λιλαίω. ἐξ ου καὶ τὸ λιλαίεται. τοῦ λιλῶ ὁ παρακείμενος λελίληκα, ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ ὁ λελιλημένος, καὶ ἀποβολῇ τοῦ λ λελιημένος. Λελιμμένοσ. ὁ ἐπιθυμῶν. ἀπὸ τοῦ λίπτω, τὸ ἐπιθυμῶ. λελημμένος δὲ ὁ κρατηθεὶς, ˉη. Λελάχωσι. θάψωσιν. η ἀντὶ τοῦ σκάψωσιν. Λελαχώσ. τυχών. λαχών. Λελέξεται. ἀντὶ τοῦ λεχθήσεται. Λελυμασμένοσ. βεβλαμμένος. ἀπὸ τοῦ λύμη, ἡ βλάβη, λυμαίνω, καὶ λελύμαγκα, λελύμαμlambda.1301 μαι, καὶ λελυμαμμένος, καὶ τροπῇ τοῦ μ εἰς ς λελυμασμένος. †Λενῶ. τὸ λυποῦμαι.† Λέξασ. εἰπών. Λεπρωθέντεσ. μιανθέντες. Λεύσω. τὸ βλέπω. Λεύω. λιθάζω. Λεσχηνεύω. φλυαρῶ. Λεαίνω. τὸ ὁμαλίζω. καὶ λειαίνω. Λείβω. τὸ στάζω καὶ τὸ σπένδω. Λειανέων. ὁμαλὸν ποιήσων. Λειήνασ. ὁμαλίσας. Λειποδρανέω. ἀσθενῶ, λειποθυμῶ. Λειποτακτεῖ. τὴν τάξιν καταλιμπάνει. κυρίως δὲ ἐπὶ στρατιωτῶν φευγοπολέμων. Λειτουργεῖν. τὸ ὑπηρετεῖν. παρὰ τὸ λήϊτον, ο ἐστι τὸ δημόσιον. ἀπὸ ουν τοῦ εργον καὶ λήϊτον ληϊτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ ˉη εἰς ˉε λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ ˉε καὶ ˉι λειτουργεῖν. Λειφαιμεῖ. αἱμοῤῥεῖ. Λέκτο. ἠρίθμησεν. Ομηρος· -λέκτο δ' ἀριθμόν. καὶ λέγω τὸ ἀριθμῶ. ἐν δ' ἡμέας πρώτους λέγε-. lambda.1302 ( ̓Επίῤῥημα.) Λεληθότωσ.