280
λέγω ὀψώνιον; τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ οἶδα ὅτι συνίετε. Τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεὶ, ὅτι τέτακται τὴν εἰρήνην φυλάττειν.
ΤΙΤΛ. Ιςʹ. -Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι
κολλᾶσθαι, καὶ μὴ πονηροῖς. Ἐξομοιοῦται γάρ τις, μεθ' ὧν τὰς διατριβὰς ποιεῖται. «Βασίλεια Σαβὰ εἶπεν
πρὸς τὸν βασιλέα Σολομῶντα· Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ τῆς φρονήσεώς σου. Καὶ οὐκ ἐπίστευσα τοῖς λαλήσασί μοι, ἕως οὗ παρεγενόμην, καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ ἔστιν ἥμισυ καθὼς ἀπήγγειλάν μοι. Προστέθηκας ἀγαθὰ ἐπὶ πᾶσαν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου. Μακαρίαι αἱ γυναῖκές σου· μακάριοι οἱ παῖδές σου οὗτοι, οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου, οἱ ἀκούοντες τὴν φρόνησίν σου πᾶσαν.» «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βεθήλ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ εἰσέρχονται εἰς Βεθήλ· καὶ προσῆλθον οἱ προφῆται οἱ ἐν Βεθὴλ τῷ Ἐλισσαιὲ, καὶ εἶπαν αὐτῷ· Εἰ οἶδας ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν ἀπὸ τῆς κεφαλῆς σου; Καὶ εἶπεν· Κἀγὼ οἶδα, σιωπᾶτε. Καὶ εἶπεν Ἠλίας πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Ἱεριχῶ. Καὶ εἶπεν· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε.» Καὶ μετ' ὀλίγα· «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Αἴτησόν με, τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σὲ δισσῶς ἐπ' ἐμέ. Καὶ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως. Ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται.» Σχόλ. Ἐντεῦθεν παιδευόμεθα μηδαμῶς τοὺς ἀρίστους καταλιμπάνειν ἄνδρας, κἂν ἐκεῖνοι βούλωνται. Πολλὴν γὰρ ὄνησιν ἔχει ἡ μετ' αὐτῶν συνουσία. Καὶ μάρτυς Ἐλισσαιὲ ἄχρι τέλους προσκαρτερήσας τῷ Ἠλίᾳ, καὶ διπλῆς τῆς ἐπ' αὐτῷ ἀξίας τετυχηκώς. «Συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται.» «Λαλεῖτε ἀνθρώποις δικαίοις.» 96.352 «Λόγοις σοφῶν παράβαλε σὸν οὖς.» «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ σταθμοὺς αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, προσκολλήθητι αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν παροιμίαις αὐτῶν ἀναστρέφου. «Ἄνδρες δίκαιοι ἔστωσαν οἱ σύνδειπνοί σου.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε. Ὃν ἂν ἴδῃς συντηροῦντα ἐντολὰς, δὸς ἐν τῇ ψυχῇ σου κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.» «Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει.» Ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσιν, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τῶν εἰκόνων τῶν ἐκείνων χαρακτῆρα πρὸς τὸ ἑαυτῷ σπουδάζουσιν μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον· οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενά τε καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν χρὴ, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Ἐὰν ἴδῃς ἐθνικὸν βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας συναθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τοὺς καρποὺς ἐκτρεφούσῃ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.
ΤΙΤΛ. ΙΖʹ. -Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν
μοχθηρῶν ἑταιρίας ὡς ὄλεθρον προξενούσας.