280
"Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου." Ἐγὼ μὲν κα κῶς πάσχων τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κρι μάτων· ἠνιώμην δὲ ὅμως, καὶ διετέλουν ἀσχάλλων, πολλοὺς ὁρῶν ἀδεῶς τοὺς σοὺς παραβαίνοντας νό μους. νδʹ. "Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου." Παρῴκησεν ὁ μακάριος ∆αβὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος παρὰ τοῖς Ἀλλοφύλοις. Παρ οικίαν δὲ οἶμαι αὐτὸν καλεῖν, οὐκ ἐκεῖνον τὸν χρό νον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλὰ ὡς παροικῶν αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευ σαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· "Ἄσματα ἦν μοι πάν τα τὰ προστάγματά σου, ἐν τόπῳ τῆς παροικίας μου." νεʹ. "Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου." Νύκτωρ μὲν ἀεὶ διαν ιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι. Ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. 80.1840 Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα, καὶ παραθαῤῥύνουσα, καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. νʹ. "Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Οὕτω, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν κτῆσιν. νζʹ. "Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου." Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. "Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευῒ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελ φῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος." Οὕτω καὶ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, "Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου." Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι Τῶν ἄλλων ἁπάντων ὑπεριδών σε ἔχω μερίδα, καὶ περιουσίαν, καὶ πλοῦ τον. ∆ιὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό μους. νηʹ. "Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου." Πανταχοῦ τὸ "ἐν ὅλῃ καρδίᾳ μου" προστί θησι, τῷ νόμῳ καὶ ἐν τούτῳ πειθόμενος. Οὕτω γὰρ καὶ τῶν ὅλων Θεὸς ἐνετείλατο, "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου." -"Ἐλέησόν με κατὰ τὸ λόγιόν σου." Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ· ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ, Ὡς οἶδας θεράπευσον, ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ, Κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος, ὡς καὶ ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσ ήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμε νος οἶδε τοῦ ἐλέου τὸν τρόπον· πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς, καὶ τέμνει, καὶ καίει, τῷ κάμνοντι τὴν ὑγίειαν πραγματευόμε νος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίαν ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπίαν παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. νθʹ. "∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου." Ὁ Ἑβραῖος δὲ τὰς ὁδούς μου ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρ μήνευσαν ἑρμηνευταὶ, καὶ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Λέγει δὲ, ὅτι Λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατ εύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φε ρούσης ὁδοῦ. ξʹ. "Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυ λάξασθαι τὰς ἐντολάς σου." Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς 80.1841 ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Οὕτως ὁ θεῖος ∆ανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβο λάς. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεγγυᾷ· "Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται." ξαʹ. "Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην." Τὰς ἐπιβουλὰς, ἤ τοι δαιμόνων, ἤ τοι ἀνθρώπων,