280
καὶ εἴ τις τῷ κανόνι τούτῳ στοιχεῖ, φησὶν ὁ ἀπόστολος, εἰρήνη ἐπ' αὐτὸν καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ· τὸ γὰρ τοῦ ∆ιανίου καὶ τοῦ πατρὸς τοῦ Θεολόγου, εἴ τι καὶ τοιοῦτον ἕτερον, τεχνικοῦ γράμματος ὑπὸ αἱρετικῶν σκαιωρηθέντος κλοπὴ ἦν, ἁπλότητι κατασοφισθέντων καὶ οὐκ ἐκ φόβου τινὸς (ἄπαγε) ὑπογραψάντων τῶν ἁγίων ἐκείνων. διόπερ εὐθὺς αὐτοῖς ἅμα τοῦ γνῶναι τὸν δόλον ἡ ἀνάκλησις καὶ ἡ εὔθαρσος ἀπολογία. Ταῦτα, πάτερ ἅγιε, εἴ σοι θεμιτόν, ἐκφερομύθησον τῷ ἀνδρί, ἵνα εἰδὼς τὴν ἀλήθειαν ἀπορρίψοι τὴν ἄδικον συγγραφὴν ἐκείνην καὶ μετὰ εὐσεβούντων τάττοιτο, ἐπὰν καὶ γέρων καὶ ἐπιτιμηθεὶς καὶ διά τοι τοῦτο ἐάσας τὴν περιβόητον μονήν· εἰ δὲ μή, ἀλλ' ἡμῖν γε εὖξαι μηδεμίαν κοινωνίαν ἔχειν ἐν τῷδε τῷ μέρει μετὰ τοῦ ἀνδρός, εἴπερ καὶ οὐ μεταμελοῖτο. 453 {1Ἠλίᾳ τέκνῳ}1 Τίς ὁ ἀναγκάσας με ἐπιστεῖλαί σοι, ἄνθρωπε; θεὸς δῆλον ὅτι, ὁ καταστήσας με ἐπὶ σὲ ποιμένα καὶ νομοθέτην, ᾧ δώσω ὡς ὑπὲρ πάντων τῶν ἀδελφῶν σου καὶ περὶ σοῦ λόγον. ἀπετάξω δὴ οὖν αὐθαιρέτως, ὑπετάγης εὐηκόως, εἶτα ἐσινίασέ σε ὁ σατανᾶς, ἀπορρήξας τῆς θείας συναφείας· αὖθις ἐλέει θεοῦ συνήφθης καὶ πάλιν ἐνεργείᾳ δαίμονος ἀπεπήδησας. ἔπειτα πάλιν ἐλθὼν ἐξωμολογήσω, ὑποσχόμενος τὴν πρὸς τὸ ἑξῆς ἀσφάλειαν, καί, ἐπειδὴ ὑποστροφὴ τῆς ἐξορίας ἐπὶ τοῦ Νικηφόρου, οὐ συνῆλθες τοῖς λοιποῖς, ἀλλ' ἔμεινας ἐφ' ἑαυτοῦ, δελεαζόμενος ὑπὸ τοῦ ὄφεως, καὶ τοῦτο ἕως τοῦ νῦν βασιλεύοντος τετάρτου μετὰ Νικηφόρον. ἕως πότε, ἐλεεινέ, ἐγκυλίῃ τοῖς τῆς ἁμαρτίας τέλμασιν; ἕως τίνος οὐκ ἀνήσεις ἀσχημονεῖν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων; οὐκ ἔνι θάνατος; οὐκ ἔνι κριτήριον; οὐ δώσεις τίσιν αἰώνιον, ἧς καὶ μόνον ἐνθύμησις καταστέλλει ψυχὴν καὶ ἐπιστρέφει πρὸς μετάνοιαν; Ἀνάνηψον, ἄνθρωπε, ἀνακλήθητι, παρακαλῶ· ἄφες οἰκοδομεῖν οἰκίας κοσμικῶς, ὁ τὸν οἶκόν σου τῆς ψυχῆς καταλελυκώς· ἔα τεκτονεῖν ὡς λαϊκός, ὁ τεκταινόμενος ὑπὸ τοῦ σατανᾶ. μὴ προφασίσῃ τοῦτο κἀκεῖνο, οὐδείς σε ἐξελεῖται ἐκ χειρὸς Κυρίου. μὴ εἴπῃς ἡμαρτηκὼς "4οὐκ οἴσω τὰς ἐπιτιμήσεις"5. οἴσεις, τέκνον μου· καλῶ γάρ σε οὕτως ἐλπίδι τῆς ὑποστροφῆς ἐγὼ ὁ ταπεινός· εἰ πατήρ, πεφεισμένως ἰατρεύσω, συμπαθητικῶς, φιλοστόργως. μόνον θέλησον, μόνον κινήθητι, διάρρηξον τὰ κατέχοντά σε δεσμὰ τοῦ θανάτου· ἐγγύθεν θεοῦ βοήθεια καὶ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος προπορεύσεται· χαρὰ ἐν οὐρανῷ γενήσεται, θρηνήσει διάβολος, σκιρτήσω ἐγὼ ὁ τάλας, εὑρηκὼς τὸ ἀπολωλός μου πρόβατον, καί γε ἡ ἀδελφότης σου. εἰ δὲ μή, ἔσῃ θήραμα τῷ διαβόλῳ, τοῦ οὐαὶ κληρονόμος· οὗ ῥυσθείης ὑπακούσας καὶ σὺν τῷ ἀδελφῷ σου Σίλᾳ ἐλευσόμενος. 454 {1Τῇ ὁμόζυγι ∆ημόχαρι}1 Ἀφ' ἧς ἡμέρας ἀνηγγέλη ἡμῖν ὁ θάνατος τοῦ μακαρίου στρατηγοῦ μέχρι τοῦ δεῦρο, πολλὰ δοκιμάσαντες, οὐκ εὐωδώθημεν ἐπιστεῖλαι τῇ τιμιότητί σου· καὶ νῦν δὲ ἐπιστέλλοντες οὐδέν σε ὠφελεῖν οὐδὲ ἐλαφροποιεῖν τοῦ βάρους τῆς ἐνωδύνου καρδίας δυνάμεθα (τίς γὰρ καὶ ἐξευρεθείη λόγος ἄλγος τοσοῦτον θεραπεύειν;), ἀλλ' ἵνα καταδήλους ἑαυτοὺς ποιήσωμεν ὡς μετέσχομεν καὶ αὐτοὶ λύπης οὐ μόνον ἐπὶ τῷ ἐνδημήσαντι πρὸς Κύριον, ὅτι ἀνὴρ ἀγαθὸς καὶ εὐσεβής, πρόμαχος ὀρθοδοξίας καὶ ἀγωνιστὴς εἰρήνης ἀπολέλοιπεν ἡμᾶς (ὢ τῆς συμφορᾶς), ἀλλὰ καὶ ἐπὶ σοὶ τῇ καταλειφθείσῃ ἐρήμῳ τῆς ὁμοζυγικῆς ἐπικουρίας, ἄλλως τε καὶ φιλανδρούσῃ λίαν. Οὕτως οὖν ἀπαραμύθητον τὸ πάθος ἀπέδειξεν ὁ λόγος. ἀλλ' ἐπεὶ οὐκ εἶ ἀδίδακτος τοῦ θείου διατάγματος ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πάλιν, ἵνα μὴ ἐπὶ τοῖς κεκοιμημένοις λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα, ὡς ἀχθησομένοις σὺν τῷ Ἰησοῦ ὑπὸ θεοῦ ἐν τῇ ἀναστάσει, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν κενῶσαί σε τὸ πολὺ τῆς λύπης, λαβεῖν παραμύθιον μικρόν, εἰς ἑαυτὴν γενέσθαι, ἱλαρῦναι τὴν ψυχήν, ἐπειδὴ καὶ τέκνα ἔχεις καὶ οἰκία σοι πάρεστιν μεγαλοφυὴς καί, εἰ μὴ ὁ νοῦς ἀνενέγκοι τῆς κατακρατήσεως τοῦ πάθους, διοικεῖν καὶ διέπειν ὀρθῶς οὐκ ἄν ποτε δυνηθείη. ἐπὶ πᾶσι δὲ κἀκείνῳ τῷ μακαρίῳ λυσιτελήσει τὸ λεγόμενον· οὗ τί ἂν