Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
κριθῆναι.9 Βαρβαρίζει πάλιν τῇ γνώμῃ Ῥαψάκης, καὶ τοῖς κατὰ Θεοῦ λόγοις ἐμβαρύνεται, καὶ μέγα πεφρόνηκε Ἀσσυρίων πλείστας μὲν ὅσας ἑλόντος πόλεις τῶν ἐθνῶν, σεσωσμένης δὲ οὐδεμιᾶς ὑπὸ τῶν ἐν αὐτῇ ψευδωνύμων θεῶν, ἀλλ' ἠγνόησεν ὅτι ξύλα μὲν ἦσαν ἐκεῖνοι, καὶ λίθοι, καὶ ἀνθρωπείας χειρὸς φιλοτέχνη- μα, καὶ ἔτερον οὐδέν. Ὁ δέ γε τῆς Ἰουδαίας Θεὸς, μᾶλλον δὲ ὁ τοῦ κόσμου παντὸς, ἔστι Θεὸς ζῶν καὶ ἀληθινὸς, οὐ πρόσφατος πεποιημένος, ποιητὴς δὲ μᾶλλον καὶ αὐτῶν αἰώνων, καὶ δημιουργὸς τῶν ὅλων, καὶ τῶν δυνάμεων Κύριος. Οἴεται δὴ οὖν ὁ Ῥαψάκης ἐναργεστάτην ἀπόδειξιν τοῖς Ἰουδαίοις ἔσεσθαι, τοῦ ὅτι πάντη τε καὶ πάντως ἁλώσονται, κἂν ἐπικουρήσῃ αὐτοῖς Θεὸς ὁ μέγας, τὸ μηδένα τῶν παρ' Ἕλλησι θεῶν ἀνασῶσαι δύνασθαι πόλιν, ἤτοι χώραν ἐν ᾗ καὶ ἐτετίμητο. ∆ιὰ τοῦτό φησι· Ποῦ ὁ Θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; Προσεπάγει δὲ τὸ, ὅτι Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Ἀλλ', Ὦ τρισάθλιε, φαίην ἂν, δαμάλεσι καὶ αὐτοὶ προσκεκυνήκασι ταῖς χρυσαῖς, ἥλω τε ἡ χώρα Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, εἰ μηδεὶς τῶν παρ' Ἕλλησι θεῶν σέσωκε τὴν ἑαυ- τοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν τὸν ἀληθῶς, καὶ φύσει, καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης δι- έλαχον, τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον. Ὁ δὲ κατ- εξουσιάζει τῶν ὅλων, καὶ ἄμαχον ἔχει τὴν χεῖρα, τῶν δυνάμεων ὑπάρχων Κύριος. Ἀποκρίνεται δὲ οὐδεὶς τῷ Ῥαψάκῃ, σιωπᾷν ἐπιτάττοντος τοῦ βασιλέως, καὶ μάλα ἐμφρόνως. Ἀπαιδεύτοις δὲ λόγοις, καὶ φρονήματι βαρβαρικῷ, καὶ ταῖς κατὰ Θεοῦ γλωσσ- αλγίαις ἐπιδακρύειν μᾶλλον, ἢ ἀντεξάγειν ἐχρῆν. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ μακάριος ∆α- βίδ· "6Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν."6 9Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονό- μος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεχίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦ- σαι τὸν βασιλέα Ἐζεχίαν, ἔσχισε τὰ ἱμάτια, καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.9 Ἐπὶ ταῖς Ῥαψάκου μεγαληγορίαις, καὶ ταῖς ἀχαλίνοις περὶ τοῦ Θεοῦ γλωσσαλγίαις περιῤῥήγνυν- ται τοὺς χιτῶνας οἱ πρὸς αὐτὸν ἐσταλμένοι, καὶ ἀπ- αγγέλλουσι μὲν τῷ βασιλεῖ τὰ ἐκ τῆς Περσικῆς ἀπο- νοίας ἐκτόπως ἀνηγορευμένα. Ὁ δὲ κατεῤῥήγνυ τὴν ἐσθῆτα, καὶ μετημφιέσατο σάκκον, τοῦτ' ἔστιν, ἱμά- τιον πενθικὸν, καὶ ἀνέβη, φησὶν, εἰς τὸν οἶκον Κυρίου. Καὶ ποία τις ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσ- 70.765 φημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κό-σμου κριτὴς ἐκρίνετο παρ' αὐτοῖς. Ἀλλ' ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμε- νος. Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· "6Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ' ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνά- μεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· Ἐβλασφήμησεν."6 Ἔφη δὲ καὶ δι' ἑνὸς τῶν προφη-τῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι "6∆ιαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν."6 Ὤοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνω- τάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ' αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμέ- νων. Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περι- τέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ' ἄ τις. 9Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς