281
ἰδιώτου πρὸς βασιλέα μεταβάλλοι, πάντα εἶναι παρ' αὐτῷ ἠξίου, καὶ ἄρχειν τῆς στρατιᾶς καὶ πᾶσιν ἐπιτάττειν καὶ μείζοσι καὶ ἐλάττοσιν. ὧν μὴ τυγχάνων, ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. βασιλεὺς γὰρ τοῖς μάλιστα προσήκουσι καθ' αἷμα καὶ τῶν ἄλλων τοῖς εὐγενεστέροις τὰς τοιαύτας ᾤετο ἀρχὰς προσήκειν. τότε δὲ ἐν Γυναικοκάστρῳ τῆς ἀποστασίας τῶν ἄλλων γινομένης, καὶ αὐτὸς μὲν ἐσκέψατο ἐκείνοις εἰς Βυζάντιον συναπελθεῖν, ὡς ἐκεῖθεν ὧν ἦν ἄξιος τευξόμενος. αἰσχυνόμενος δὲ ἐπὶ τοσού 2.248 τοις ἀγαθοῖς ἀγνώμων φαίνεσθαι, κλέπτειν τὴν ἀποστασίαν ἐπεχείρει. εἰσελθὼν γὰρ εἰς Γυναικόκαστρον, τὴν ἐκεῖθεν ἀναχώρησιν βασιλέως περιέμενεν, ἵν' εὐπρόσωπος εἴη πρὸς τοὺς κατηγοροῦντας ὕστερον ἀπολογία, ὡς χρείας τινὸς ἕνεκα ὑπολειφθεὶς, ἀνάγκῃ τοῖς ἄλλοις συναπέλθοι, βασιλέως ἀναχωρήσαντος. οὗ τῆς διανοίας στοχασάμενος ὁ βασιλεὺς, οὐκ ἀνεχώρησεν ἐκεῖθεν, ἀλλὰ μετεκαλεῖτο πέμπων, ἄχρις οὗ φανερῶς ἀπείπατο. μαʹ. Ἐπεὶ δὲ καὶ πρωτοστράτωρ ἧκε συνταξόμενος, πρῶτα μὲν ὠνείδιζε τῆς ἀνανδρίας καὶ τῆς εἰς αὐτὸν ἀγνωμοσύνης, ὅτι πρῶτος αὐτὸς πρὸς τὴν ἀποστασίαν χωρήσας, καὶ τοὺς ἄλλους ἐπεσπάσατο, μάλιστα δι' αὐτὸν θορυβηθέντας καὶ σφᾶς τε αὐτοὺς οὐδὲν ἄμεινον ἀνδραπόδων παρέδοσαν τοῖς πολεμίοις, καὶ αὐτῷ, τόγε εἰς αὐτοὺς ἧκον, μεγάλων αἴτιοι κατέστησαν δεινῶν. ἔπειτα δὲ παρείχετο συγγνώμην, ὅτι μὴ πρὸς τὴν φύσιν ἀντιστῆναι δυνηθείη. οὐ γὰρ τῶν πολλῶν καὶ εὐκαταφρονήτων εἶναι τὰ τοιαῦτα, ἀλλὰ τῶν ὀλίγων καὶ μεγάλα δυναμένων, οἳ καὶ διὰ ταῦτα μάλιστα θαυμάζονται, ὡς οὐ μόνον πρὸς πραγμάτων μεταβολὰς καὶ καιροῦ δυσκολίας ἀνθιστάμενοι γενναίως, ἀλλὰ καὶ φύσεως αὐτῆς φαίνεσθαι κρείττους ἀξιοῦντες. παραστησάμενος δὲ καὶ Ἀνδρόνικον Ἀσάνην τὸν γυναικὸς ἀδελφιδοῦν, ἔτι παιδίον ὄντα, ὃν ἔτι τοῦ πατρὸς Ἀσάνη Μανουὴλ ἐν Βήρᾳ φρουρου 2.249 μένου ὑπὸ κλοιοῖς, παραλαβὼν αὐτὸς ἔτρεφέ τε καὶ παιδείας προσηκούσης ἠξίου τοῖς παισὶν ὁμοίως, «τοῦτον» ἔφη πρωτοστράτορι «τὸν νεανίσκον παραλαβὼν, τῆς σῆς ὄντα παῖδα θυγατρὸς, οὐ γὰρ ἂν δύναιτο διὰ τὴν ἡλικίαν πρὸς πόνους ἀντέχειν καὶ ταλαιπωρίαν τῆς ἐκ τῆς στρατείας, πάσης ἀξίου καὶ παιδείας καὶ προνοίας τῆς προσηκούσης. κἂν μὲν αὐτὸς ταχέως ἐπανέλθω πρὸς ὑμᾶς, οἴομαι δὲ τῇ τε πανάγνῳ τοῦ θεοῦ μητρὶ πεποιθὼς καὶ τῷ μηδὲν ἐμαυτῷ συνειδέναι τῶν ἀτόπων εἰργασμένῳ, δι' ὃ δικαίως ἀπολοίμην ἂν, τάχιστά τε ἐπανήξειν καὶ δύναμιν μεγάλην περιβεβλημένος, πάλιν ἀπολήψομαι τὸ μειράκιον. εἰ δ' ἕτερόν τι δέδοκται θεῷ περὶ ἡμῶν, ἀπόδος τῷ πατρὶ, ἐπεὶ μὴ ἡμῖν γε θεὸς τὰ περὶ αὐτοῦ ἐγνωσμένα ἄγειν ἐπέτρεψεν εἰς τέλος.» ἔπειτα καὶ πρωτοστράτορα προσαγορεύσας, ἀπέπεμπε μετὰ τῶν ἄλλων. αὐτὸς δὲ ὥσπερ ἐνδεικνύμενος τὴν μεγαλοψυχίαν καὶ τὸ μὴ δεῖν καταπίπτειν ἐν ταῖς δυσπραγίαις, ἄριστον ᾑρεῖτο ἐπ' αὐτοῦ τοῦ τόπου καὶ τοὺς ἄλλους τὰ ἴσα ἐκέλευε ποιεῖν. μετὰ δὲ τοῦτο τοὺς ἐν τέλει καὶ τὴν στρατιὰν περιστησάμενος, παρεκελεύετο τοιάδε. «ἄνδρες συστρατιῶται, τὰ μὲν παρόντα πράγματα ὡς πολλῆς δυσκολίας ἐμπέπλησται καὶ ταραχῆς, πᾶσιν ὑμῖν καθέστηκε καταφανές. αἵ τε γὰρ ἐλπίδες, ἃς οἴκοθεν ἔχοντες κεκινήμεθα, ἐξεῤῥυήκεσαν καὶ τῶν συστρατευομένων ἀπεβάλομεν πολλοὺς, οὐ μάχῃ κρατηθέντες, 2.250 ἀλλ' ὑπ' αὐτῶν ἐκείνων προδοθέντες, οὓς ἠλπίζομεν ἄχρι παντὸς ἡμῖν συναγωνιεῖσθαι. ἐγὼ δὲ καὶ πρότερον μὲν οὐδέποτε δίκαιον εἶναι ἡγησάμην ὅπλοις καὶ ἵπποις καὶ πλήθει στρατιᾶς θαῤῥεῖν, ἀλλὰ τῇ πάντα συνεχούσῃ τοῦ θεοῦ ἀμάχῳ δεξιᾷ, ᾧ ῥᾴδιον καὶ τοὺς ὀλίγα δυναμένους τῶν πολεμίων κρείττους ἀποφαίνειν, καὶ τοὺς μέγα φυσῶντας καταστέλλειν, ἂν τῷ περιόντι τῆς δυνάμεως ἐξάγωνται τοῦ μέτρου· μάλιστα δὲ νυνὶ, ἡνίκα πάσης ἄλλης ἐπινοίας περιαιρεθείσης, μόνη καταλέλειπται ἡμῖν ἡ περὶ τὸν θεὸν ἐλπίς. καίτοι γε φαίη τις ἂν, ὡς οὐδὲ τῶν ἀνθρωπίνων οὐδενὸς ἠμελήσαμεν αὐτοὶ, ἀλλὰ πλήθει τε τῶν πολεμίων ὑπερέχουσαν οἴκοθεν ἔχοντες κεκινήμεθα στρατιὰν καὶ τοῖς ἄλλοις ἅπασι βελτίω, καὶ φοβεροί τινες ἄχρι νῦν καὶ ἄμαχοι τοῖς πολεμίοις ἐδοκοῦμεν, καὶ οὐδὲν