281
ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης επραξαν αξιον. ἐν ῳ δ' ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ερυκα παρεστήσατο ὁ ̓Ιούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αἰγίθαλλον καὶ ἐζώγρησε τὸν ̓Ιούνιον. 2.219 Τῷ δ' ἑξῆς ετει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ ∆ρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ ουν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ' αὐτῶν, ὡς οὐδὲν ηνυσεν, εἰς ̓Ιταλίαν ωρμησεν, ιν' ουτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ η τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ' οὐδ' ἐνταῦθά τι αὐτῷ προεχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ενθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ο γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν εμελλον. ων ̓Αμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ' οἱ ̔Ρωμαῖοι φιλίαν ἀίδιον πρὸς ̔Ιέρωνα διεπράξαντο, καὶ προσαφῆκαν οσα παρ' αὐτοῦ ἐπετείως ἐλάμβανον. Τῷ δ' ἑξῆς ετει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ ̔Ρωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ωστ' ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, αλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς ̔Ιππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ' ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόντες, ἐπεὶ προσάψασθαι αὐτῶν εμελλον οἱ εμβολοι τῶν 2.220 νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ ουτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αυθις δ' ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ' υπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ην, Νουμέριος δὲ Φάβιος τῷ ∆ρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οι τοὺς φρουροὺς κτείναντες τὴν νῆσον ειλον. ο μαθὼν ̓Αμίλκας εωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο· οις οὐκ εχων ἀμῦναι ὁ Φάβιος τῷ ∆ρεπάνῳ προσέμιξεν, ὡς η τὴν πόλιν δι' ἐρημίαν αἱρήσων η τῆς νήσου τὸν ̓Αμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ εν· φοβηθεὶς γὰρ ὁ ̓Αμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ οντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν τε περιπλέοντες καὶ εἰς τὴν ̓Ιταλίαν περαιούμενοι. τοὺς δ' αἰχμαλώτους ἀλλήλων ανδρα ἀντ' ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ησαν ἰσοπληθεῖς, ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Εκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας επραξαν αξιον· μέγιστον γὰρ οἱ ̔Ρωμαῖοι ἐσφάλλοντο οτι κατ' ἐνιαυτὸν αλλους, ειθ' ἑτέρους αρχοντας επεμπον, αρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς επαυον, ωσπερ εἰς ασκησιν σφᾶς, ἀλλ' οὐκ εἰς χρῆσιν αἱρούμενοι. Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, 2.221 καὶ μισοῦντες αὐτοὺς οτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς ̔Ρωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ αλλους τῶν σφῶν συμμάχων τινὰς οἱ ̔Ρωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις ουν ἐπαιρόμενοι, καὶ οτι οἱ τὰς ναῦς εχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν,