281
λανθανόντως. Λελιημένωσ. ἐπιθυμητῶς. Λεοντηδόν. φοβερῶς· δίκην λέοντος. Λευρῶσ. ὁμαλῶς. Λεχρίωσ. πλαγίως. Τὸ Λ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Λήθαργοσ. ὁ ἐπιλήσμων. †Λῆθοσ. ονομα κύριον.† Ληϊβοτήρ. ὁ αγριος χοῖρος. Ληϊστόσ. ὁ ἐκ λείας, ο ἐστι λαφύρων, κτητός. Λήϊνοσ. υμνος. καὶ λήναιος ∆ιόνυσος. Λήπτησ. ὁ λαμβάνων. Ληπτόσ. κρατητός. Λητόϊοσ. κύριον. Λητοΐδησ. ὁ ̓Απόλλων. ὡς ἀπὸ τῆς Λητοῦς. Λῆροσ. ἡ φλυαρία. Λῃστήσ. ἀπὸ τοῦ ληΐζω, τὸ πραιδεύω, γέγονε ληϊστὴς, καὶ κατὰ συναίρεσιν λῃστής. †Λῃστειρῶν. λῃστρικῶν.† lambda.1303 Ληναιών. ̓Ιαννουάριος μήν. ̔Ησίοδος οψιμον ηγουν ψεκτόν· μῆνα δὲ ληναιῶνα κάκ' ηματα βούδορα πάντα. Ληγουρία .... Ληθαίη. ορος. (Θηλυκόν.) Λήθη. ἡ λάθησις. καὶ ληθεδὼν, ληθεδῶνος. †Ληθότησ. ἡ λησμοσύνη.† Ληΐσ. ἡ λαφυραγωγία. ἐκ νηῶν αὐταῖσιν ἀπείρονα ληΐδα κούραις. λεία ἡ λαφυραγωγία καὶ ἐν διαιρέσει ληΐς. τὸ δὲ λεία, οιμαι, παρὰ τὸ λάβω, τὸ ἀπολαύω. λέγονται δὲ καὶ ληϊάδες καὶ ληΐτιδες. αὐτὰρ ληϊάδεσσι δορυκτήταις περιαύων- εἰλαπίνῃσι μέλποντο ληΐτιδες. Ληϊβοτείρησ. ονομα ἐπίθετον. γέγονε παρὰ τὸ βοτὴρ βότειρα· ὡς πατὴρ πάτειρα, καὶ μήτηρ μήτειρα. lambda.1304 †Ληκύθη. πόλις.† Λήκυθοσ. ἐλαιοδόχον ἀγγεῖον η λαγύνιον. λάχυτός τις ουσα. η παρὰ τὸ κύτος τις ουσα, ἡ μέγα κύτος εχουσα. λήκυθος καὶ ἐπὶ ἀρσενικοῦ. Λήμη. λευκὸν ὑγρὸν ἐν τῷ ὀφθαλμῷ συναγόμενον. οπέρ ἐστιν ἡ τζίμβλα. †Λημνία γῆ καὶ γυνή. λιμνεία δὲ, ἡ λίμνευσις, ˉι.† Λῆμνοσ. ονομα νήσου. Ληνίσ. ἡ μέθη. Ληνόσ. παρὰ τὸ λεαίνω, τὸ λεπτύνω, λεανῶ, λεανὸς καὶ ληνός. Λήξεωσ. καταπαύσεως, κληρονομίας. Λητή. ονομα πόλεως. †Λητώ. ἡ νύξ.† Λήθη. μνήμης εξοδος καὶ ἐκβολή. Λητώ. παρὰ τὸ λήθω, τὸ λανθάνω· ἐπιληστικὴ γὰρ τῶν κακῶν ἡ θεὸς, ὡς Ελληνες μυθολογοῦσιν. lambda.1305 *Λήδα. κύριον.* †Λήδανον. εὐῶδες φυτόν.† (Οὐδέτερον.) Ληδάριον. ειδος ἱματίου. Ληθεδανὸν φάρμακον. τὸ λήθην ἐμποιοῦν. Λήθαιον υδωρ. ἐπιληστικὸν καὶ λήθιον πόμα. Ληΐδιον. τριβώνιον εὐτελὲς η χλανίδιον παλαιόν. Λήϊον. χωράφιον· η σιτοφόρον πεδίον. Ληϊστόν. τὸ ἐκ λείας κτητόν. Ληκύθιον. †ῥογίον.† ἐλαιοδόχον αγγος η αλλό τι. Λῆμμα. τὸ δῶρον· τὸ φρόνημα· τὸ κέρδος· τὸ κράτημα. Λήμματα. προβλήματα η πορίσματα· καὶ τόπους καὶ ἀφορμὰς τῶν ἐπιχειρημάτων τῶν εἰς ἑτέραν κατασκευήν. lambda.1306 Λημμάτιον. οπερ ειληπται πρὸς κατασκευὴν τινὸς ὡς ὁμολογούμενον. Λήμνια κακά. ἀπὸ γυναικὸς τινὸς κακῆς ουσης ἀπὸ τῆς Λήμνου νήσου. Λήναιον. ἑορτὴ ∆ιονυσιακή. Λήδιον. εσθημα. τοῦ Ψελλοῦ· λευρὸν τὸ λεῖον καὶ πλατύ· λήδιον εσθημά τι. Λῆμμα. ἡ προφητεία. τοῦ Θεολόγου· τὸ κατὰ Νενευῒ λῆμμα δημοσιεύει. ( ̔Ρῆμα.) Λήγω. τὸ παύω. λίγω δὲ, τὸ ὑμνῶ, ι. Λήβω. τὸ λαμβάνω. λείβω δὲ, τὸ στάζω καὶ σπένδω, δίφθογγον. Λήθω. τὸ λανθάνω καὶ ληθαργῶ. Ληΐζει. αἰχμαλωτίζει. ἁρπάζει, λαφυραγωγεῖ. †Λημῶ. τὸ τζιμβλῶ.† lambda.1307 Λήσεται. ἐπιλάθοι. Ληΐσατο. ἐκ λείας κατέλιπεν. Ομηρος· -ους μοι ληΐσατο δῖος ̓Οδυσσεύς. Τὸ Λ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Λιάμαθοι. οἱ αἰπόλοι. ἀπὸ τοῦ ειναι λίαν ἀμαθεῖς. Λίβανον. δένδρον η καὶ ορος ουτως καλούμενον. λίβανος δὲ ειρηται, οἱονεὶ ὁ λειβόμενος καὶ σπενδόμενος. δοκοῦσι γὰρ αὐτὸν οἱ ̓Ιουδαῖοι ολον ειναι πνεῦμα καὶ θεόν. ἀνωφανὲς γάρ ἐστιν· οθεν καὶ αὐτὸν σέβονται. λίβανον δὲ καὶ θηλυκῶς ευρηται παρ' Εὐριπίδῃ· -Συρίας δ' ὡς λιβάνου καρπός. καὶ Πίνδαρος· αι τε τὰν χλωρὰν λίβανον ξανθὰ δάκρυα θυμιᾶται. Λίβυεσ. οἱ τὴν δύσιν οἰκοῦντες Φράγγοι. lambda.1308 Λίβελλοσ. εκδοτος, ἡ αἰτία τῆς ὑποθέσεως. Λίγειρ. ονομα ποταμοῦ. Λιγύσ. ἡδύς· ὀξύς· γλυκύς. Λιθόλευστοσ. ὁ λιθόβλητος. Λιθουργόσ. ὁ λιθοκόπος η ὁ λιθογλύπτης. Λικνοειδήσ. ῥυπαρός. Λιμητανέων. ἐθνικόν. Λιμόσ. παρὰ τὸ λείπω. ὁ γὰρ λιμὸς λεῖψις ἐστὶ τῶν ἐπιτηδείων. ἡ παράδοσις εχει τὸ ι. ωφειλε δὲ διὰ τῆς ει διφθόγγου γράφεσθαι. καὶ φησὶν ὁ Τρύφων, οτι συνέπαθε ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ενδειαν τινὰ σημαίνει, φημὶ δὴ τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ενδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ ̓Απολλώνιος διὰ τοῦ ι, ἐξ ἀφορμῆς τοῦ