281
«Ἀνέστη Μωσῆς καὶ ἐπορεύθη πρὸς ∆αθὰν καὶ Ἀβειρὼμ, καὶ συνεπορεύθησαν μετ' αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ· καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τούτων τῶν σκληρῶν, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὅσα ἐστὶν αὐτοῖς. Καὶ ἀπέστησαν ἀπὸ τῆς συναγωγῆς Κορὲ, καὶ ∆αθὰν, καὶ Ἀβειρώμ.» «Ἀφανιεῖτε τὸν πονηρὸν ἀφ' ὑμῶν αὐτῶν.» «Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς παγίδα, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν.» «Εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· Ἄπελθε, καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαλεκίτου, μὴ προσθῶ σε μετ' αὐτοῦ. Καὶ ἐξέκλινεν ὁ Κιναῖος, καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλήκ.» «Τὸ ἀπέχεσθαι ἀπὸ κακῶν, ἔστιν ἐπιστήμη.» «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.» «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος.» 96.353 «Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων.» «Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά.» «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν. Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν.» «Μὴ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ. Ἔκκλινον ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζητήσῃς ὁδοὺς παρανόμων.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν. Ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.» «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.» «Ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου.» «Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.» «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ, ὁμοιωθήσεται αὐτῷ.» «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ' αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ μὴ δουλεύσωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.» «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πλεονέκτης, ἢ πόρνος, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» «Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον ἐξ ἡμῶν.» Βλαβεραὶ αἱ πρὸς τοὺς κακοὺς συνουσίαι, ἐπειδὴ νόμος αὐτὸς φιλίας, δι' ὁμοιότητος πεφυκέναι τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις, ὁ κατὰ μέρος ἀναπεμπόμενος ἀὴρ, λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται, οὕτως ἡ πρὸς τοὺς φαύλους συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησιν, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ. Φασὶ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς 96.356 ἀνθρώπου, ἢ κτήνους ἅψηται, κατανέμεσθαι ἐπὶ πάντας τοὺς ἐγγίζοντας. Φύσιν γὰρ εἶναι τῆς νόσου ταύτης, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δή τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀδικίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Ῥᾷον κακίας μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγείαν χαρίσασθαι. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν. ἐκμέλη λυγίσματα, Τοῖς δ' αὖ καλοῖς τε καὶ ἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι μικρὸν μέσον. Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν· Κακοῖς δ' ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. ∆εῖ μὴ μόνον ἀπέχεσθαι τῶν κακῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα πράττοντας ἀποστρέφεσθαι. Τὸ συνεῖναι τοῖς φαύλοις