281
σχοινία ἐκάλεσεν· ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ Ἡσαΐας· "Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ!" Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Εἶτα διδάσκει καὶ τῆς μνήμης τὰ αἴτια. ξβʹ. "Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου." Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδο νῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε δι ετέλουν, τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα [πεποίηκεν· πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ] καὶ τῇ ποδοκάκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγος, τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησαν τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπήλαυσαν. ξγʹ. "Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου." Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ μέτοχος, συνημμένος εἴρηκεν, ὁ δὲ Σύρος, φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντία τοῖς σοῖς νόμοις προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν [σὸν], φόβον περὶ πολλοῦ ποιουμένους, καὶ βιοτεύειν ἐννόμως προαι ρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός." ξδʹ. "Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με." Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐκχέεις τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἀνατέλ λεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μα κροθύμως τοὺς μὲν γάμους διορύττοντας ἀλλο τρίους, τοὺς δὲ αἵματι μιαινομένους ἀδίκῳ· ἄλλους δὲ σφετεριζομένους τὰ μὴ προσήκοντα· τοὺς δὲ βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ τοὺς ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, ∆έσπο τα, τῶν σῶν μοι δικαιωμάτων παρέχων τὴν γνῶσιν. ξεʹ. "Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου. 80.1844 Κύριε, κατὰ τὸν λόγον σου." Πεῖραν τῆς σῆς ἔλα βον ἀγαθότητος· διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀν τιβολῶ. ξʹ. "Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δί δαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα." Οἶδεν ὁ Προφήτης παιδείας τὸ χρήσιμον· καὶ ὅτι φιλανθρω πίᾳ χρώμενος ὁ ∆εσπότης ταύτην ἐπιφέρει τοῖς ἀν θρώποις. Οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρη στότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει, ἡ δὲ παιδεία τὴν γνῶσιν ἐργάζεται. Οὕτω καὶ ὁ προ φήτης Ἱερεμίας ἀντιβολεῖ, "Παίδευσον ἡμᾶς, Κύ ριε· πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγο στοὺς ποιήσῃς ἡμᾶς." Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν, καὶ καυστήρια ἐπιζη τεῖ. Εἶτα διδάσκει πόθεν ἔγνω τῆς παιδείας τὸ χρή σιμον. ξζʹ. "Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλη σα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα." Ἐγὼ, φησὶν, ἐμαυτῷ τὴν παιδείαν προὐξένησα. Ἀδικίας ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠκο λούθησεν ἡ παιδεία· τῇ παιδείᾳ, τῶν νόμων ἡ φυλα κή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. ξηʹ. "Χρηστὸς εἶ σὺ, Κύριε." Τῷ ὄντι [γὰρ] χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος. "Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου." ∆ιὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δι καιωμάτων τὴν γνῶσιν. ξθʹ. "Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου." Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι πᾶν εἶδος ἐπι βουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐ τῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. οʹ. "Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα." Ἔοικε τοῦτο τῷ προφη τικῷ ῥητῷ, "Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τού του, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλ μοὺς ἐκάμμυσαν." Ἔοικε δὲ καὶ τοῖς ἐν τῇ Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις, "Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ." Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες·