281
γένοιτο περισπουδαστότερον; Τί οὖν λοιπόν, ὦ κυρία; δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, φθέγξαι τὰ τοῦ Ἰώβ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. εἴη ἐντεῦθεν ὡς ἀληθῶς μέγιστον κλέος καὶ φανείης οἵου πεπαιδευμένου ἀνδρὸς ὁμόζυγος ἐγένου· καὶ γὰρ ἐκεῖνος καὶ γνωστικὸς καὶ σοφὸς καὶ παιδευτὴς τῶν ἀμυήτων. ὡς οὖν ἐκεῖνος ἀνδράσιν ὑπόδειγμα καλόν, ἔσο καὶ αὐτὴ γυναιξίν, ἐκκλίνουσα τὸ φιλοπενθὲς καὶ δεικνύουσα ὅτι σοι προστάτης ὁ θεός, ὃς καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε παρήγαγεν καὶ εἰς ἀκμὴν ἡλικίας ἤγαγε καὶ τηλικούτῳ ἀνδρὶ συνέζευξεν, καὶ αὖθις διαζεύξας ἑνώσειεν διὰ τῆς ἀναστάσεως. ὥστε νόμισον ἀποδημίαν εἶναι τὸ πρᾶγμα· οὐκ ἆρα ἤνεγκες τὴν στέρησιν, εἰ βασιλεὺς ἐπίγειος ἐπέτρεψεν; οἶσον, δέσποινά μου, καὶ τήνδε, ἣν ὁ μόνος ἀληθινὸς καὶ πάντων βασιλεὺς ἐκέλευσεν. ναί, παρακαλοῦμεν, καί γε πιστεύομεν ἀπολήψεσθαί σε αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φυλάττουσαν τὴν χηρείαν ἐν Κυρίῳ καὶ τεκνοτροφοῦσαν ἄριστα τὰ καλὰ βλαστήματα· ἅπερ καὶ προσαγορεύομεν καὶ ὁμοιοτρόπως σοι παραινοῦμεν φέρειν τὴν πατρικὴν στέρησιν καὶ μητρικῇ διαπλάττεσθαι ῥυθμίσει πρὸς πᾶσαν εὐθύτητα. 455 {1Θεοφίλῳ τῆς Ἐφέσου}1 Ἔλαβον ἐπὶ χεῖρας τὸ γραμματεῖον, ὅπερ ἀπέστειλεν ἡ ἱερά σου κορυφὴ Ἀθανασίῳ τῷ ἡμετέρῳ ἀδελφῷ, καὶ ἀναγνοὺς ἐλυπήθην, ἱερώτατέ μου πάτερ, λύπην ἱκανήν, πρῶτον μὲν ὅτι ἐν ἡμῖν αὐτοῖς, τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας κατὰ τὴν νῦν λυττῶσαν αἵρεσιν τῶν εἰκονομάχων, ἐρεσχελίαι γίγνονται καὶ σχίσματα ἐπιφύονται, ἔπειτα ὅτι ἀναγκάζομαι ὁ ἐλάχιστος ἀντιθετικῶς τὴν διά λεξιν ποιήσασθαι. ἀλλὰ συγγινωσκέτω ἡ μεγαλειότης σου· περὶ γὰρ ἀληθείας ὁ λόγος, ἧς οὐδὲν προτιμότερον οὐδὲ αἰδεστικώτερον. Τί δὲ τὸ ἐμφερόμενον ἐν τοῖς γράμμασι, περὶ οὗ ἡ λύπη; ἡμεῖς, φησίν, οὔτε κτένεσθαι τοὺς Μανιχαίους οὔτε μὴ κτένεσθαι συνεβουλεύσαμεν· εἰ δὲ καὶ ἐπετρέψαμεν, τῶν καλλίστων τὸ μέγιστον εἴχομεν ἂν ποιῆσαι. τί φῆς, ὦ θεοτίμητε; ὁ Κύριος ἀπηγόρευσεν ἐν τοῖς εὐαγγελίοις τοῦτο, εἰπών· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἄφετε συναυξάνεσθε μέχρι τοῦ θερισμοῦ. καὶ αὐτὸς τῶν καλλίστων τὸ μέγιστον φαίης εἶναι τὴν ἐπιτροπὴν τῆς ἐκριζώσεως; καὶ ὅτι τὰ ζιζάνια τοὺς αἱρετικοὺς εἴρηκεν, τούς τε τηνικαῦτα δῆλον ὅτι καὶ τοὺς ἐφ' ὑστέρῳ, ἤγουν ἅπαντας, ἀκουσώμεθα τοῦ Χρυσοστόμου, αὐτὸ τοῦτο ἑρμηνεύοντος· ἐφ' ᾧ τάδε· τί οὖν ὁ δεσπότης κωλύει λέγων, μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; τοῦτο δὲ ἔλεγεν κωλύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς· οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικούς, ἐπεὶ ὁ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. καὶ μεθ' ἕτερα· τί δὲ ἄλλο διὰ τοῦ μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον ἢ τοῦτό φησιν, ὅτι "4εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν αἱρετικούς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι"5. ὅπερ καὶ γέγονεν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις· καὶ γὰρ καὶ αἵματα καὶ σφαγαὶ ἐπλήρωσαν τὴν καθ' ἡμᾶς οἰκουμένην καὶ πολλοὶ τῶν ἁγίων συναπῆλθον· καὶ ὁ λόγος τοῦ Κυρίου οὐ διέπεσεν, ὡς ὡμολόγηται παρὰ πολλοῖς. καὶ τί λέγομεν περὶ τοῦ μὴ ἐπιτρέπειν κτένεσθαι αἱρετικούς; οὐδέ γε κατεύχεσθαι αὐτῶν συγκεχώρηται ἡμῖν. ἀκουσώμεθα γὰρ αὖθις τοῦ Κυρίου πρὸς Κάρπον τὸν ἅγιον, ὡς ὑποδεδήλωται διὰ φωνῆς ∆ιονυσίου τοῦ πανσόφου, λέγοντος· παῖε κατ' ἐμοῦ λοιπόν· ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασῳζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο, μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. πλὴν ὅρα εἰ καλῶς ἔχει σοι τὴν ἐν τῷ χάσματι μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων. Ὁρᾷς, θεοσύνετε, τὴν θείαν ἀγανάκτησιν, ἐπειδὴ κατηύχετο τῶν αἱρετικῶν ἀπαλλαγῆναι τῆς ζωῆς, καὶ ὅπως, εἰ ἐπιμένων τῇ διαθέσει ταύτῃ ἦν, ἔμελλεν ὁ ἅγιος καταδικάζεσθαι; οὔτε οὖν, ὡς δέδειχεν ἡ ἀλήθεια, κατεύχεσθαι δεῖ ὅλως, μᾶλλον μὲν οὖν ὑπερεύχεσθαι, ὡς αὐτὸς ὁ Κύριος ὑπέδειξεν