282
οὐδέπω μέχρι νῦν ἐξ ἀβουλίας ἢ ἀπειρίας ἡμάρτηται ἡμῖν. εἰ δ' ἡμῶν τὰ δέοντα ποιούντων καὶ ὀρθοῖς χρωμένων λογισμοῖς, οἱ συστρατευόμενοι τῇ περὶ τοὺς οἰκείους συμπαθείᾳ καταμαλακισθέντες, ἀγεννῶς καὶ ἀνελευθέρως προσεχώρησαν τοῖς πολεμίοις, οὐ χρὴ τὴν ἐκείνων κακίαν τῇ ἡμῶν εὐψυχίᾳ καὶ τόλμῃ καὶ καρτερίᾳ περὶ τὰ δεινὰ λυμαίνεσθαι. ἐκεῖνοι μὲν γὰρ πρὸς οἷς ὑποστήσονται κακοῖς περιορώμενοι καὶ προπηλακιζόμενοι καὶ πάντα ὑπομένοντες, ὅσα τοὺς ὅπλα παραδεδωκότας δίκαιον, ἔτι καὶ ἡμῖν ὀλίγῳ ὕστερον οὐ φαύλην δώσουσι τὴν δίκην, αἰσχυνόμενοι 2.251 τῆς προδοσίας ἕνεκα καὶ τῆς φαυλότητος τῶν τρόπων. ὑμεῖς δὲ νῦν τε ἀνδρίας καὶ καρτερίας δόξαν ἠνέγκασθε καὶ παρ' αὐτοῖς τοῖς πολεμίοις, καὶ ὀλίγῳ ὕστερον οὐκ ἐγὼ μόνον ἀμείψομαι ταῖς προσηκούσαις εὐεργεσίαις, ἀλλὰ καὶ πᾶσιν ἔσεσθε περίβλεπτοι καὶ θαυμαστοὶ, ὅτι ἐν καιροῖς μάλιστα δυναμένοις βασανίζειν γνώμας ἀνδρῶν, τὴν προσήκουσαν ἐπεδείξασθε καὶ μεγαλοψυχίαν καὶ ἀνδρίαν. οὐ δὴ διὰ τὴν ἐκείνων ἀβουλίαν καταπίπτειν ὑμᾶς δίκαιον, οὐδ' ὅτι δυσπραγίαις κεχρήμεθα σκοπεῖν, ἀλλ' εἰ μηδὲν αὐτοὶ δι' ἀτολμίαν πρὸς τὸ ἥττους φαίνεσθαι συνεισηνέγκαμεν τῶν πολεμίων. εἰ δ' ὅτι κακῶς νυνὶ πεπράχαμεν προσίσταται ὑμῖν, ἀλλ' ἐκεῖνο χρὴ σκοπεῖν, ὡς οὐδ' οἱ πάλαι Ῥωμαῖοι, περὶ ὧν μεγάλα ᾄδεται καὶ θαυμαστὰ, ἀήττητοι παντάπασι διαμεμενήκασιν, ἀλλ' ἐν πολλοῖς πολλάκις σφαλέντες καὶ ὁλόκληρα στρατόπεδα μετὰ τῶν στρατηγῶν ἀποβαλόντες, ἀνδρίᾳ καὶ τλημοσύνῃ τῇ περὶ τὰ ἔργα αὖθις ἀνεμαχέσαντο τὴν ἧτταν, οὐ μᾶλλον καταπτήξαντες, ἢ ὀργῇ τῇ πρὸς τοὺς πολεμίους σφοδρότερον ἁψάμενοι μετὰ ταῦτα τοῦ πολέμου. ὧν ἀπόγονοι καὶ ἡμεῖς ἀξιοῦντες εἶναι, μιμώμεθα τὰς ἀρετὰς καὶ νῦν μὲν ἡγώμεθα τύχαις ἀνθρωπίναις χρησάμενοι δυσπραγεῖν, μικρῷ δὲ ὕστερον πρὸς τὴν προτέραν αὖθις ἀφίξεσθαι εὐδαιμονίαν. καὶ γὰρ καὶ τῶν πρὸ ἡμῶν βασιλέων οὐκ ὀλίγοι, οἱ μὲν βαρβάροις πολεμοῦντες αἰχμάλωτοι γεγόνασι νικηθέντες, οἱ δὲ 2.252 καὶ ὑπὸ πολέμων ἐμφυλίων ἐπιβουλευθέντες, ἐξεκρούσθησαν τῆς ἀρχῆς. ἀλλ' αὖθις ἑκάτεροι τὴν σωτηρίαν οὐκ ἀπογνόντες, τῆς τε ἀρχῆς ἐπέτυχον καὶ τοὺς πολεμίους πλείω, ἢ αὐτοὶ πεπόνθασι, προσειργάσαντο κακά. εἰ δὲ καὶ πρὸς θειότερά τινα παραδείγματα ἀνάγεσθαι δεήσει, τὸν Ἰωσὴφ ἐννοήσωμεν καὶ τὴν πικρὰν ἐκείνην δουλείαν καὶ τὴν χρόνιον κάθειρξιν καὶ τὸν ἄλλον φορυτὸν τῶν ἀλγεινῶν καὶ ὡς μετὰ ταῦτα πάντα ἀντὶ δούλου καὶ δεσμώτου βασιλεὺς ἀνεδείκνυτο Αἰγύπτου. καὶ ∆αβὶδ τὸν βασιλέα μετὰ τὴν πλάνην τὴν μακρὰν καὶ τὸ μυρία ὑπὸ τοῦ εὐεργετηθέντος βασιλέως ὑποστῆναι τὰ δεινὰ, ὕστερον εἰς τὴν οἰκείαν ἀνασωθέντα καὶ βεβαίως βασιλεύσαντα τῶν ὁμοφύλων. ἃ πάντα χρὴ ἐνθυμουμένους μὴ ἀθυμεῖν, ἀλλὰ μᾶλλον τὰ χρηστότερα ἐλπίζειν· βουλεύεσθαι δὲ καὶ ἃ χρὴ πράττοντας νυνὶ, μὴ τοῦ προσήκοντος διαμαρτάνειν. ὁρᾶτε γὰρ, ὡς περὶ γῆν ἀπολελείμμεθα πολεμίαν, ᾗ τό,τε προσεδρεύειν οὐκ ἀσφαλὲς, πολεμίων πάντοθεν ἐπικειμένων, καὶ τὸ εἰς τὴν οἰκείαν ἀναστρέφειν καὶ ἐγκλεισαμένους πολιορκεῖσθαι, οὐκ ἀγεννὲς καὶ ἄτιμον μόνον, ἀλλὰ καὶ κινδύνου ὑποψίαν οὐ παρέχεται μικρὰν, εἰ δεήσει τοσούτους ἐνδείᾳ πιεσθέντας ἀνάξια τῆς προτέρας δόξης ἀναγκασθήσεσθαι ποιεῖν. Μελενίκος γὰρ οὐχ ὅτι γε ἡμᾶς, ἀλλ' οὐδὲ τοὺς οἰκοῦντας τρέφειν δύναται ἀνενδεῶς. οὗ δὴ ἕνεκα αὐτός τε πρότερον ἐμαυτὸν πέπεικα καὶ ὑμῖν 2.253 συμβουλεύω νῦν, πρὸς τὸν Τριβαλῶν ἄρχοντα ἐλθεῖν, πάλαι τε φιλίως διακείμενον ἐμοὶ καὶ νῦν ὀλίγῳ πρότερον σπονδὰς καὶ συμμαχίαν πεποιημένον. οὗ χρησάμενοι τῇ δυνάμει, πρός τε ∆ιδυμότειχον ἐπανήξομεν ταχέως καὶ πρὸς τὰ ἄλλα τοῦ πολέμου οὐ μέτριά τινα ὠφελοῦσαν ἕξομεν τὴν ἐκείνου συμμαχίαν. ἐμοὶ μὲν οὖν τοιαῦτα ἔδοξε λυσιτελεῖν ἐν τῷ παρόντι. εἰ δέ τινα βελτίω γνώμην ἑτέραν ἔχει τις εἰσενεγκεῖν, αὐτός τε πεισθήσομαι ἡδέως καὶ τοῖς ἄλλοις συμβουλεύσω.» ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα εἶπεν. ἡ στρατιὰ δὲ ἅμα τοῖς ἡγεμόσι περὶ δισχιλίους ὄντες, «οὔτε παραινέσεων» εἶπον «χρεία πρὸς ἡμᾶς, ὦ βασιλεῦ, οὔτε βουλευμάτων· ἀλλ' ἃ θεῷ τε καὶ σοὶ δοκεῖ πάντα πράττειν καὶ