282
οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ηθελον, ἀλλὰ καὶ αυθις ναυτικὸν συνεστήσαντο. Καὶ Λουτάτιος Κατύλος υπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οι ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ ∆ρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ ειλον αν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οικοθεν ηκειν ναυτικῷ πλήθει, Αννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν αστρον τι λαμπαδῶδες υπερθεν τῶν ̔Ρωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ' ἡ ναυμαχία καὶ ἐπ' ἀμφοῖν καρτερὰ δι' αλλα τε καὶ ινα οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς ̔Ρωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἱ δ' ινα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ομως δ' ουν οἱ ̔Ρωμαῖοι τὴν νίκην ηραντο· τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς αλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο. ̔Ο δ' Αννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ 2.222 φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ην τὸν πόλεμον καταλύσασθαι, οτι ἐπ' ἐξόδῳ ουσης αὐτῷ τῆς ἀρχῆς ουτε δι' ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ηλπιζεν ουτε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν ηθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ιν' ἐς τὴν ̔Ρώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι ̔Ρωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ ̔Ιέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν αμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ υστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ' ἑαυτῶν πρίασθαι. Τοιαύτη μὲν ουν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ ̓Αμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οικαδε πρὶν τοὺς ορκους ἐπενεχθῆναι, οἱ δ' ἐν τῇ ̔Ρώμῃ τήν τε νίκην διὰ βραχέος εμαθον καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην εχειν απασαν ηλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν ̓Ιταλίαν μήτε τὴν εξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν η μισθοφόροις τισὶν ἀπ' αὐτῶν κεχρῆσθαι. ̔Ο μὲν ουν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς ̔Ρωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ετει καὶ εἰκοστῷ, καὶ ἐπ' αὐτῷ ηγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικε2.223 λίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ οπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν ουν ουτως ὑπὸ ̔Ρωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ ̔Ιέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία ην αὐτοῖς. Αμφω δ' αυθις εἰς πολέμους ἑτέρους χωρὶς μετ' ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οι τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οι γε μὴν ̔Ρωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις, ουθ' ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρχηδονίων οσους ειχον ἀφῆκαν προῖκα, καὶ σῖτον επεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον η τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. οθεν πράγματα εσχον εἰσέπειτα· ὁ γὰρ ̓Αμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς ̔Ρωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν ̓Ιβηρίαν παρὰ γνώμην τῶν οικοι τελῶν ἀπῆρεν. ̓Αλλὰ ταῦτα μὲν ἐγένετο υστερον, τότε δὲ καὶ οἱ ̔Ρωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν