282
λιμπάνω. ἰστέον δὲ, οτι παρ' ̓Αθηναίοις ἀρσενικῶς λέγεται ὁ λιμός· παρὰ τοῖς ∆ωριεῦσι δὲ θηλυκῶς ἡ λιμός. πειράσασθε δὲ τᾶς λιμοῦ κακῶς. lambda.1309 Λῖνον. τὸ δίκτυον. Λιπερνήτησ. ἐνδεὴς, πτωχός· η ὁ ἁλιεύς. ̔Ηρωδιανὸς λέγει τὸν πρότερον πλούσιον, υστερον δὲ πένητα, παρὰ τὸ λείπεσθαι ἐρνέων ηγουν φυτῶν. Λίροσ. ὁ ἀναιδής. παρὰ τὸ λίαν ὁρᾷν. η λιρός. Λίσ. ὁ λέων. παρὰ τὸ λιαρόν. ενθερμον γὰρ τὸ ζῶον. Λίταργοσ. ὁ ἀργός. λίταργον κύνα. παρὰ τὸ λίαν ἀργὸν η ταχὺν ειναι. Λιτόεισ. κύριον. Λιτόσ. ὁ εὐτελής· ὁ πένης, ὁ δημότης, ὁ ἐκ λιτανείας ζῶν, η ὁ ἐπὶ γῆς κοιμώμενος. Λίχνοσ. ὁ λαίμαργος. ἀπὸ τοῦ λίαν χαίνειν, ο ἐστιν ἐπιθυμεῖν. Λιχανόσ. ὁ δεύτερος δάκτυλος. παρὰ τὸ λίαν χαίνειν ἀπὸ τοῦ πρώτου. Λίψ. ὁ ανεμος. η ηττα. καὶ ἡ λιβάς. ἀμφότερα δὲ παρὰ τὸ λείβω γέγονε. τὰ εἰς ψ lambda.1310 λήγοντα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν τῆς διφθόγγου, ηγουν τὸ γράφεσθαι δίφθογγα. οιον αἰθίοψ, αἰγίλιψ, σκνὶψ σκνιφὸς καὶ σκνιπὸς, νὶψ νιβὸς, ονομα κρήνης. ουτως ουν καὶ λὶψ διὰ τοῦ ι. λέγεται δὲ ὁ ανεμος, καθὰ λείπει ὁ ηλιος. (Θηλυκόν.) Λιαρή. ἡ ὁμαλή. διὰ τοῦ ι. λιαρὴ γὰρ ὑπὸ κνέφας ἠμάτιοι. Λιβάσ. ὁ σταλαγμός. Λιβρή. ἡ σκοτεινὴ νύξ. ἀπὸ τοῦ λίαν ἐρεβενή. η παρὰ τὸ λίαν βαίνειν. Λιβύη. χώρα ἐν βορείοις μέρεσι κειμένη. ἀπὸ τῆς λιβάδος· εστι γὰρ ἐλλιπὴς ὑετῶν. Λιγνύσ. ἡ κνίσσα· η ἡ ἀνάδοσις τοῦ πυρός. λέγει δὲ τὸν ἀπὸ τῶν ἐλαιωδῶν καιομένων καπνόν. ἀπὸ τοῦ λίαν ἱκνεῖσθαι. αἰθάλη δὲ ὁ τοῦ ἀσβέστου καπνός. lambda.1311 Λίνδοσ. χώρα ἐν τῇ ̔Ρόδῳ, η καὶ νῆσος. Λιπάρεωσ. τῆς ἐν Σικελίᾳ νήσου. Λισσή. ὁμαλή. παρὰ τὸ λίαν ιση ειναι. καὶ λισσὸν τὸ ὁμαλόν. Λιτή. εὐτελής. καὶ ἡ παράκλησις. (Οὐδέτερον.) Λιαρόν. θερμὸν, χλιαρὸν, προσηνές. παρὰ τὸ λῶ, τὸ θέλω, λαρόν. ὡς νῶ ναρὸν, λῶ λαρὸν, καὶ πλεονασμῷ τοῦ ι λιαρόν. η ἱλαρὸν, καὶ καθ' ὑπερβιβασμὸν λιαρόν. Λιβάνιον οροσ. τοῦ Λιβάνου. Λίβοσ. τὸ δάκρυον. Λίβυρνον. πλοῖον πολεμικόν. Λιγυρόν. ὀξὺ, ἡδύτατον. Λιγύριον. ονομα λίθου. Λιγυστικόν. πέλαγος. Λίκνον. τὸ πτύον. Λίλαιον· Λίλαντον· Λιλύβαιον. ὀνόματα τόπων. lambda.1312 Λινόν. τὸ εριον. ἀπὸ τῆς λειότητος. η λεπτὸν υφασμα. λινὸν ελεγον ἀπὸ τοῦ λίαν νενῆσθαι. καὶ λίνειον εσθημα. Λίσφη. τὰ ἰσχία παρ' ̓Αττικοῖς. παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν. δύναται δὲ καὶ λέσφη ειναι κατὰ τὴν ὀσφύν. Λίστρον. τὸ ξύστρον. -λίστροισιν ἐοικότα- ἀπὸ τοῦ λίαν στορεννύειν δι' αὐτῶν τὴν ὑποκειμένην υλην. Λίτα. καταπετάσματα, η λεπτὰ περιβόλαια. -λίτα πετάσαντες-. Λίτυον. ἡ βακτηρία. ( ̔Ρῆμα.) Λιάζω. τὸ ἐκκλίνω. καὶ λιασθείς. τὸ θέμα λιάζω, παρὰ τὸ ἀλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω. ἀλῶ ουν ἀλίζω καὶ μεταθέσει τοῦ ˉλ λιάζω. Λιθοδικτῶ. λίθοις βάλλω. lambda.1313 Λικμῶ. τὸ διασκορπίζω. καὶ λικμᾶν, καὶ λικμώντων, ο ἐστι διαπτυϊζόντων. διὰ τὸ λίαν καμεῖν. Λιλαίω. τὸ ἐπιθυμῶ. προθυμοῦμαι. Λιμπάνω. ἀπὸ γὰρ τοῦ λείπω λιμπάνω. τὰ γὰρ διὰ τοῦ ˉαˉνˉω, εἰ μὲν πλεονάζει τὸ ˉν, συστέλλει τὴν ἀρχὴν, οιον λήθω λανθάνω, πείθω πανθάνω· ουτως ουν καὶ λείπω λιμπάνω· εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάσσει τὴν ἀρχὴν, οιον λήθω ληθάνω, ὡς παρὰ τῷ ποιητῇ· ληθάνει, οσσ' επαθεν- αυξω αὐξάνω. Λιπαρεῖν. παρακαλεῖν. παρὰ τὸ λίαν παρεῖναι. Λίπτω. τὸ ἐπιθυμῶ. Λιπόμενοσ. ὁ ἀπολειφθείς. λειπόμενος δὲ ὁ ἀπολιμπανόμενος, δίφθογγον. Λιπώμενος δὲ, ὁ λιπαρῶν, ι καὶ μέγα. Λίποιτο. καταλειφθείη. Λιστρεύω. τὸ ξύω. lambda.1314 Λίσσομαι. ἱκετεύω, παρακαλῶ, δυσωπῶ. Λιτάζομαι. δέομαι· παρακαλῶ. Λιχμώμενοσ. ἀντὶ τοῦ λείχων. καὶ λιχμάζω. Λικριφίσ. εἰς πλάγιον. παρὰ τὸ λέχριον, τὸ πλάγιον. οἱονεὶ λεκριφὶς καὶ τροπῇ λικριφίς. Τὸ Λ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Λοβόσ. ὁ μετὰ τῆς πιμελῆς νεφρός· η τὰ ακρα τῶν ωτων. †ἐφ' ων τὰ ἐνώτια.† Λογοποιῶν. πλαττόντων ψευδεῖς λόγους. Λογικόσ. οστις μετὰ λόγου πράττει. οιον γραμματικὸς, ῥήτωρ. Λογγῶνεσ. οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, ἐν οις ἐξαρτῶσι τὰ σχοινία τῶν νεῶν. τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ελεγον. Λόγος τριχῶς ειρηται. λόγος ἐνούσιος, ὁ θεὸς λόγος· λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων· καὶ lambda.1315 ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλῶν.