1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

282

ἀπηγόρευτο τοῖς ἐξ Ἰσραὴλ, νόμου τοῦ διὰ Μωσέως καὶ τοῦτο θεσπίζοντος. Προσέταττεν γὰρ ἐναργῶς τῶν ἐν φαυλότητι καὶ ἀκαθαρσίᾳ ζωῆς ἀποφοιτᾷν ἐπείγεσθαι τοὺς ἡγιασμένους. Ἡ τῶν κακῶν ἀπαλλαγὴ σωτηρία ἐστὶ ψυχῆς; Τρία προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν βουλῇ ἁμαρτωλῶν, καὶ μὴ καθεσθῆναι ἐπὶ καθέδραν λοιμῶν. Μὴ καθεσθῇς ἐπὶ τῆς καθέδρας τῶν λοιμῶν. Ἐξέτασον τίνας ὠνόμασε, ἐξέτασον τίνας τοὺς λοιμοὺς, ἢ δῆλον τοὺς μεταδιδόντας ἀλλήλους τοῦ πάθους. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους, τοὺς ἐπὶ ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας ἐξαριθμουμένους, ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδραγαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ, οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀνομίαν, ἀλλ' εὐθὺς ἡλικιῶται, κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταῖρα συμπίνουσα, τούτῳ προσμηδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Φύγωμεν τὰς τῶν ἀνωφελῶν ἀνδρῶν θιάσους, μόνωσιν ἀσπαζόμενοι. Ἐπιβλαβὴς γὰρ καὶ τῆς εἰρηνικῆς καταστάσεως φθοροποιὸς ἡ μετὰ τῶν σκαιοτέρων συνδιαίτησις. Ὡς γὰρ οἱ ἐν ἀέρι λοιμικῷ γενόμενοι, πάντως νοσοῦσιν, οὕτως οἱ ἐν ἀνθρώποις ἀδιαφόροις διάγοντες, μεταλαμβάνουσι τῆς ἐκείνων κακίας. Τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν 96.357 συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοὶ, τηροῦσι τὰς στοργάς. Βλαβεραὶ αἱ τῶν ἀνοήτων συνουσίαι· καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττεται τὰ εἴδωλα.

ΤΙΤΛ. ΙΗʹ. -Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως.

«Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται, ἐν δὲ πλατείαις δυναστῶν παρεδρεύει, ἐν δὲ πύλαις πόλεως θαῤῥοῦσα λέγει.» «Συνετὸς ἐν πράγματι εὑρετὴς ἀγαθῶν» «Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.» «Τὴν φρόνησιν γνώριμον ποίησον σεαυτῷ.» «∆όξαν σοφοὶ κληρονομήσουσι. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εὗρε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Νοσσιαὶ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἄργυρον.» «Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαὶ, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, ἔσῃ καὶ τῷ πλησίον.» «Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον ὁδῶν δικαιοσύνης ἀναστρέφομαι, φησὶν ἡ Σοφία.» «Ἀνὴρ συνετὸς, θρόνος αἰσθήσεως.» «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται.» «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα.» «Πορεύθητι πρὸς λάμψιν τῆς σοφίας, κατέναντι τοῦ φωτὸς αὐτῆς.» «Τίς ἀνέβη εἰς οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν τῆς θαλάσσης, καὶ εὗρεν αὐτήν; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν 96.360 τρίβον αὐτῆς· ἀλλ' ὁ εἰδὼς τὰ πάντα, γινώσκει αὐτήν· ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ.» «Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Πλῆθος σοφῶν σωτηρία κόσμου.» «Πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· ὅτι πᾶς χρυσὸς ἐνώπιον αὐτῆς ὡς ψάμμος ὀλίγη. Ἦλθε δέ μοι ἀγαθὰ ὁμοῦ πάντα μετ'