282
ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου σου προστέτηκα. οαʹ. "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." Χάριν ὁ Προφήτης ὁμο λογεῖ, τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. 80.1845 οβʹ. "Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου." Εἰ γὰρ καὶ τῆς βα σιλείας ἀπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παι δείας τὸν σὸν νόμον ἀνεκτησάμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. ογʹ. "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου." Τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀνα μιμνήσκει τὸν Ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτη νάμενος αὐτὸς λέγεται διαπλᾶσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος· ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμε νος. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. οδʹ. "Οἱ φοβούμενοί σε, ὄψονταί με καὶ εὐφρανθή σονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα·" Πρό φασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. οεʹ. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με." Ταῦτα διαφε ρόντως λέγει τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. οʹ. "Γενηθήτω δὲ τὸ ἔλεός σου, Κύριε, τοῦ παρακαλέσαι με." Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός. "Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου." Τῇ γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐ μένειαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· "Ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθή σῃ." Καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ, "Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς." οζʹ. "Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσο μαι· ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν." Νεκρὸν ἑαυτὸν ἡγεῖται τῆς θείας ἐστερημένον εὐμενείας· οὗ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλαν θρωπίας παρακαλεῖ. οηʹ. "Αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντο λαῖς σου." Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ' ὑπερ εύχεται τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγμα τεύεται· ἧς τοίνυν ἀπήλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. οθʹ. "Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου." Ὡς πόῤῥω τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτῶν τῷ Θεῷ παραπλησίως ἀποστρα φέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμ μαχος σαφέστερον παρεδήλωσεν, Ἀναστρεψάτω σάν με οἱ φοβούμενοί σε. 80.1848 πʹ. "Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δι καιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ." Μώμου παντὸς ἐλευθέραν ἔχειν καρδίαν ἐφίεται. Ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. ∆ιά τοι τοῦτο καὶ εὐ θὺς ἀρξάμενος τοῦ ψαλμοῦ τοὺς ἀμώμους ἐμα κάρισεν. παʹ. "Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα." Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλεί πειν φασίν. Οὕτως οἱ ἄγαν διψῶντες, καὶ σπανίζον τες ὕδατος. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδη μίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες. Οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαιόντες, καὶ τὴν θείαν εὐμένειαν προσ μένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλεί πουσιν. πβʹ. "Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με;" Λόγιον καὶ ὑπόσχεσις ἡ θεία καλεῖται, καὶ ἡ θεόπνευστος Γρα φή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κα κῶν προσδεχόμενος· ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχά νων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. πγʹ. "Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δι καιώματά σου οὐκ ἐπελαθόμην." Ὁ ἀσκὸς θερμαι νόμενος χαυνοῦται, καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οὕτω καὶ τοῦ σώματος ἡ