282
ἐν τῷ τοῦ πάθους καιρῷ, λέγων πρὸς τὸν ἑαυτοῦ πατέρα· πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. τὸ δὲ φαίειν σου τὴν ἁγιωσύνην ἔχειν αὐτῇ συμφωνοῦντας ἐν τῷ προβλήματι τούσδε τοὺς ἁγίους, σύγγνωθι, πάτερ, οὐ καλῶς ἐκλαμβάνομεν τὰς τῶν ἁγίων φωνὰς κἀντεῦθεν εὑρισκόμεθα πατρομαχίαν, μᾶλλον δὲ θεομαχίαν εἰσφέροντες. ὁ γάρ τοι θεῖος Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανὸν κατὰ τὸ πάλαι νενομοθετημένον προύτεινε τὴν ῥῆσιν, οὐκ ἐφάμιλλον τῇ νέᾳ τὴν παλαιὰν συμβάλλων (μὴ γένοιτο)· οὐ γὰρ ἠγνόει ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, οὐδὲ τὴν τοῦ σωτῆρος σύγκρισιν, ἐν ᾗ φησιν· ἐρρήθη τοῖς ἀρχαίοις τόδε, ἐγὼ δὲ λέγω ὑμῖν τόδε. ὥστε, καθά φησιν ὁ θεοφάντωρ ∆ιονύσιος πρός τινα ∆ημόφιλον, οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμάς, οὐδ' εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἠλίαν· ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης ἐν πραότητι διδάσκειν τοὺς ἀντιδιατιθεμένους τῇ διδασκαλίᾳ τοῦ θεοῦ· διδάσκεσθαι γὰρ οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας. ἐνωτίσμεθα οὖν, ὦ μάκαρ, ἃ λέλεχεν καὶ ὁ ἱερὸς Παῦλος, ὁ ἥλιος τῆς ὑπ' οὐρανόν. λέγει τοίνυν καὶ ὁ θεοφόρος Ἰγνάτιος· τοὺς μισοῦντας οὖν τὸν θεὸν μισεῖν χρὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτετηκέναι, οὐ μὴν δὲ διώκειν ἡμᾶς αὐτοὺς ἢ τύπτειν, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· εἰ δὲ οὐ τύπτειν δεῖ, σχολῇ γ' ἂν αὐτοὺς κτένειν. ἐπειδὴ δὲ καὶ τὸν ἅγιον Συμεὼν τὸν τοῦ θαυμαστοῦ ὄρους εἴληφας, δέσποτα, συνᾴδειν σοι, μὴ τοῦτο οἴου, ἱερέ, ὡς μάχεται Χριστῷ ἢ τοῖς ὑπὲρ αὐτὸν διδασκάλοις, ἀλλὰ τί; ἐπὶ ἔθνει τραυματίζοντι τὸ χριστιανικὸν φῦλον ὁ λόγος αὐτῷ τῆς πρὸς τὸν τηνικαῦτα βασιλέα παρακλήσεως, ὡς ἂν μὴ πορθοῦνται ὑπὸ Σαμαρειτῶν οἱ χριστιανοί. καὶ εὖ γε ἔχει, καὶ νῦν τὸ αὐτὸ τοῦτο παρακαλοῦμεν, καὶ Σκύθας καὶ Ἄραβας θανατοῦντας τὸν λαὸν τοῦ θεοῦ πολεμεῖν καὶ μὴ φείδεσθαι τοὺς βασιλέας. ἄλλο τοῦτο κἀκεῖνο ἕτερον, τὸ μὲν ἐπὶ τοὺς πολεμίους, τὸ δὲ ἐπὶ τοὺς ὑπὸ χεῖρα αἱρετικούς· τὸ γάρ τοι περὶ τοῦ Νηστευτοῦ Ἰωάννου, τοῦ τῆς Κωνσταντινουπόλεως προέδρου, οὔ μοι φαίνεται ἀληθές, ἐπιτρέψαι ἀνασκολοπισθῆναι τοὺς γόητας, ἀλλὰ παρακεχωρηκέναι· φονεῖς γὰρ καὐτοί, ἐφ' οὓς οὐ κωλυτέον τοῖς κρατοῦσι τὰ τῶν Ῥωμαϊκῶν νόμων δρᾶν· οὐ γὰρ εἰκῇ, φησί, τὴν μάχαιραν φοροῦσιν, ἔκδικοί εἰσι τῷ τὸ κακὸν πράσσοντι. οὐ μὴν ἐφ' οὓς ὁ Κύριος ἐκώλυσεν ἐπιτρέπειν χρή· σωμάτων γὰρ ἄρχοντες τοὺς ἐν τοῖς σωματικοῖς ἁλόντας ἐξὸν αὐτοῖς κολάζειν, οὐχὶ τοὺς ἐν τοῖς κατὰ ψυχήν· τῶν γὰρ ψυχῶν ἀρχόντων τοῦτο, ὧν τὰ κολαστήρια ἀφορισμοὶ καὶ αἱ λοιπαὶ ἐπιτιμίαι. Οὕτως οὖν, ὦ δέσποτα, ἡμεῖς οἱ εὐτελεῖς φρονοῦμεν· καί γε, ἵνα ἐν ἀφροσύνῃ εἴποιμι, καὶ παρρησίᾳ λελαλήκαμεν τῷ μὲν μακαριωτάτῳ ἡμῶν πατριάρχῃ ὅτι "4μαχαίρᾳ ἡ ἐκκλησία οὐκ ἐκδικεῖ"5 (καὶ κατένευσεν), τοῖς δὲ τὴν σφαγὴν δράσασι βασιλεῦσι, τῷ μὲν πρώτῳ ὅτι "4οὐκ ἠρέσθη θεὸς ἐπὶ τῇ τοιαύτῃ ἀναιρέσει"5, τῷ δὲ δευτέρῳ, ἀπαιτοῦντι τὴν συνηγορίαν τῆς ἀναιρέσεως, ὅτι "4πρότερον ἡ κεφαλή μου αἴρεται ἤπερ συνθέσθαι με τούτῳ"5. ταῦτα δὴ παρ' ἡμῶν τῶν ἁμαρτωλῶν· ὑμεῖς δέ, ἁγιώτατοι, εἰ ἕτερον εὐαγγέλιον ἀνέγνωτε, ὅπερ ἡμεῖς οὐκ ἴσμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μή, σκοπήσατε τί ὁ ἀπόστολος ἀποφαίνηται. 456 {1Τοῖς μονάζουσι Μυέλησ}1 Ἡ μὲν κοίμησις τοῦ ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ ∆ιονυσίου τῇ ὡρισμένῃ βουλῇ τοῦ θεοῦ πρὸ καταβολῆς κόσμου ἤδη ὅρον ἔλαβεν· ὑμῖν δέ, ἀδελφοί, εὖ ποιήσαι Κύριος, ὅτι ὑπεδέξασθε αὐτὸν ἀσθενήσαντα κατὰ πάροδον ἐν τῇ διαφερούσῃ ὑμῖν μονῇ, καὶ τοῦτο μέχρις ἂν ἀπέθετο τὸ σκῆνος ἐν γῇ καὶ ἀπέπτη εἰς οὐρανόν. ὅτι δὲ ἄξιος τῆς ἐκεῖσε πορείας ὁ ἀδελφὸς μαρτύρια πολλά· πρῶτον μὲν ἡ μέχρι γήρους ἀπὸ νεότητος δόκιμος αὐτοῦ ὑποταγή· ἔπειτα δὶς ἐφυλακίσθη, ἅπαξ ἀπῆρεν ἐν τῇ ∆ύσει ὑπὲρ τῆς καθ' ἡμᾶς ἐκκλησίας ἀπόστολος, ὅνπερ εὐλόγησεν ἀποστολικὸν στόμα καὶ ᾔνεσε Ῥωμαίων ἐκκλησία· ὃς καὶ μεμαρτύρηται ὑπὸ πολλῆς