283
ὑφίστασθαι παρεσκευάσμεθα. ὡς οὖν οὕτω παρεσκευασμένοις, αὐτὸς ὅποι δοκεῖ βέλτιον ἡγοῦ.» πρὸς οὖν τὴν τοιαύτην βραχυλογίαν καὶ ὁ βασιλεὺς ἡσθεὶς, ἐκέλευε τῇ σάλπιγγι τὴν ἀναχώρησιν σημαίνειν καὶ συνταξάμενοι ἐχώρουν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐν Θεσσαλονίκῃ τὴν ἐσομένην ταραχὴν περὶ τὴν βασιλέως στρατιὰν εἰδὼς, οἱ γὰρ διαλεγόμενοι κρύφα πρὸς τὸ διαλύεσθαι ἐμήνυον, ὥσπερ ἀναθαρσήσας καί τι κατὰ βασιλέως δυνήσεσθαι ἐλπίσας διὰ τὴν προδοσίαν τῶν συνόντων, τοὺς ὁπλίτας ὅσοι ἦσαν καὶ ψιλοὺς τοξότας τῶν τριηρέων ἐξαγαγὼν καὶ ἐκ Θεσσαλονίκης ὅσους μάλιστα ἐνῆν ἱππέας τε καὶ ὁπλίτας καὶ ψιλοὺς, καὶ Συργὴν, ὃς καὶ μετὰ μικρὸν 2.254 ῥὴξ ἀνεδείκνυτο Ἀρμενίας, καὶ τὸν Μονομάχον ἔπαρχον, ἔχοντας, οὓς αὐτοὶ ἐκ Φερῶν ἧκον ἄγοντες, ἔτι δὲ καὶ τὴν ἐκ Βυζαντίου καὶ Θρᾴκης στρατιὰν ἅμα τοῖς στρατηγοῖς Θωμᾷ καὶ Ἀνδρονίκῳ τοῖς Παλαιολόγοις παραλαβὼν, εὐθὺ Γυναικοκάστρου κατὰ βασιλέως ἐχώρει. οἱ δὲ ἐπεὶ ἦσαν ἐγγὺς, πρωτοστράτορι καὶ τῇ συναποστάσῃ βασιλέως ἄλλῃ στρατιᾷ περιτυχόντες καὶ πολλαπλάσιοι γενόμενοι τῶν συνόντων βασιλεῖ, ἤλαυνον ἐπ' ἐκεῖνον. οὐ μέντοι ἦσαν παρεσκευασμένοι ὡς μαχούμενοι. ᾔδεσαν γὰρ ἐκείνους τόλμῃ καὶ ἀνδρίᾳ καὶ τῇ περὶ τὰ πολέμια ἐμπειρίᾳ μᾶλλον ὑπερέχοντας αὐτῶν, ἢ ὅσον ἐκείνων αὐτοὶ τῷ πλήθει· καὶ διὰ τοῦτο συμπλέκεσθαι μὲν ἐκ παρατάξεως οὐκ ἐδοκίμαζον. πόῤῥωθεν δὲ ἐθορύβουν καὶ βοαῖς ἐχρῶντο καὶ ἀλαλαγμοῖς, οἰόμενοι τὴν τάξιν οὕτω διαλύσειν καὶ τρέψεσθαι πρὸς φυγὴν, τεταραγμένους ὑπὸ διχοστασίας. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐδ' αὐτὸς μὲν ᾤετο δεῖν συμπλέκεσθαι, εἰ μὴ παρ' ἐκείνων ἀναγκάζοιτο. πρὸς ἔθος δὲ τὴν πᾶσαν στρατιὰν συντάξας καὶ ἡγεμόνα τοῦ παντὸς Ἄγγελον τὸν πιγκέρνην ἐπιστήσας, αὐτὸς τὴν οὐραγίαν ἔχων μετὰ τῶν ἀρίστων, ἐκέλευε βαδίζειν τεταγμένως, μήτε θορυβοῦντας, μήτε πρὸς τοὺς κατόπιν ἐπιόντας ἐπιστρεφομένους, ὡς αὐτοῦ ἀμυνουμένου, ἄν τινες ἐπίωσιν. οἱ δὲ ἐπ' ὀλίγον ἀκολουθήσαντες, ἐπεὶ ἑώρων τεταγμένως ἀπιόντας καὶ δήλους 2.255 ὄντας, ὡς ἀμυνοῦνται, ἂν ἐπίῃ τις αὐτοῖς, ἀπογνόντες τὴν ἐλπίδα τοῦ περιγενήσεσθαι, ἀνέστρεφον εἰς Θεσσαλονίκην, χαίροντες ὁμοῦ καὶ παιανίζοντες, ἀρκοῦσαν ἡγούμενοι τὴν νίκην, ὅτι τῆς Ῥωμαίων γῆς βασιλέα ἐξελάσαι ἠδυνήθησαν. ἐπεὶ δὲ οἱ βασιλέως ἀποστάντες ὤφθησαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ, ὀλίγοις μὲν πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἦγε, τῶν δὲ ἄλλων τοὺς μὲν ἄκροις χείλεσι μόνον προσηγόρευε, τοῖς ἄλλοις δὲ προσεφέρετο εἰρωνικῶς· ἔστι δὲ οἷς καὶ ὠνείδιζε τὴν μετὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἀποστασίαν. δῆλος δὲ ἦν πᾶσιν ἐμπικραινόμενος καὶ κακῶς ποιήσων, ἂν λάβηταί τινος προφάσεως εὐλόγου. μβʹ. Πυθόμενος δὲ καὶ περὶ Ἐδεσσηνῶν, ὅτι ὑπὸ Τριβαλῶν πολιορκοῦνται χρόνον ἤδη συχνὸν, τοὺς ἱππέας ὅσοι ἦσαν ἅμα τοῖς στρατηγοῖς Παλαιολόγοις τοῖς δυσὶν ἐκέλευε συμπλέκεσθαι τοῖς Τριβαλοῖς καὶ τῆς πολιορκίας Ἐδεσσηνοὺς ἐλευθεροῦν. ἡ μὲν οὖν στρατιὰ κατὰ τὸ ἐπίταγμα ἧκον ὡς μαχούμενοι. Τριβαλοὶ δὲ μέχρι μὲν ἀκροβολισμῶν ἐνέμειναν τῷ στρατοπέδῳ, οἰόμενοι Ῥωμαίους οὐ δυνήσεσθαι αὐτοὺς τῆς πολιορκίας ἀναστήσειν. ὡς δὲ ἑώρων πλείους τε ὄντας καὶ προθύμους μάχεσθαι, δείσαντες, μὴ ὑπὸ φιλονεικίας ἀπόλωνται πλείοσιν ὁμοῦ καὶ βελτίοσι μαχόμενοι, συνταξάμενοι ἀνεχώρουν, τὸ στρατόπεδον καταλιπόντες, ὀλίγους στρατιώτας ἐν τοῖς ἀκροβολισμοῖς ἀποβαλόντες. Ῥωμαῖοι δὲ τὸ 2.256 στρατόπεδον ἐπόρθησαν τῶν πολεμίων, καὶ ἵππων τε ἐκράτησαν οὐκ ὀλίγων καὶ τῆς ἄλλης ἀποσκευῆς τῆς στρατιᾶς. ἐλευθερώσαντες δὲ καὶ τῆς πολιορκίας τοὺς ἐν Ἐδέσσῃ, αὖθις ἀνεχώρουν εἰς Θεσσαλονίκην. ἐν ᾧ δὲ τὰ τοιαῦτα ἐτελεῖτο, καὶ τῶν νομάδων Τριβαλῶν τις περὶ Πρόσοικον οἰκῶν ἐν κώμῃ τοῦ ∆αβὶδ προσαγορευομένῃ, Τζιμπάνος ὄνομα, τὰ περὶ Καντακουζηνὸν τὸν βασιλέα ἐν Γυναικοκάστρῳ συμβάντα πεπυσμένος, ἐπεὶ παρ' αὐτῷ οἱ πρέσβεις ἐξενίζοντο, οὓς πρότερον ἔπεμψε πρὸς Κράλην κελεύων ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς αὐτὸν, οἳ Κωνσταντῖνός τε ἦσαν ὁ Παλαιολόγος, τὴν ἀξίαν