283
ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ' ἱππεῦσιν ἐκράτησε. καὶ αυθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε οπλα αὐτῶν καὶ τὴν ιππον καὶ τὰ επιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ημισυ τῆς χώρας ἀφείλετο. 2.224 υστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ορος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ' ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αυθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν ουν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, ειτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς ̔Ρώμης ηκειν, ὁμόσε αυθις τοῖς Γαλάταις ἐχώρησεν, ιν' η καθ' ἑαυτὸν νικήσῃ η ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον η ζῶν αἰσχύνην οφλειν προείλετο· καί πως κατὰ τύχην ἐκράτησε. Τότε μὲν ουν ταῦθ' ουτως τοῖς ̔Ρωμαίοις συνήντησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αυθις ελαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· ουπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν· τῷ δ' ἑξῆς ετει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, εως μὲν ὁμοῦ διῆγον, ησαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ηρξαντο, ὡς ουτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς ̔Ρωμαίους αυθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικινίου Οὐάρου ηλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ανευ μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ ̓Αρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν ουσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ' υπατοι μήτε συμβαλεῖν θαρροῦντες δι' ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς επραξαν, ὡς ἐς τὴν 2.225 ̔Ρώμην πρεσβεύσωνται. οἱ δ' ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ ειπον. ὡς δ' οὐδενὸς οἱ πρέσβεις ων ῃτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ ευρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς ̔Ρωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οικαδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο. Ηδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Ουαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ηλθε, καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Ουαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις εως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ ̔Ρωμαῖοι τὸ παρασπόνδημα ἀποπροσποιούμενοι επεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον· ὡς δ' οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ' ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. εμελλον δὲ μηδ' ως ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν ουν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ επεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς ̔Ρωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστησαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν. 2.226 Τῷ δ' ἐπιγενομένῳ ετει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ ̔Ρωμαῖοι, ιν' αμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν ̓Αλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους, ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον επεμψαν. καὶ οἱ μὲν υπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν· τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν.