283
λόγος καὶ ὁ προφορικὸς τῆς γλώττης. λόγος δὲ ειρηται ἐκ τοῦ λέγειν. λόγος ἐστὶν αγγελος νοήματος ἐς φῶς ἐκφέρων τὸ νοηθέν. εστι δὲ καὶ πεζῆς λέξεως σύνθεσις, διανοίας ἀπηρτισμένης. λόγος ὁ οὐσιωδῶς ἀεὶ τῷ πατρὶ συμπαρών. καὶ ὁ μὲν ἀκούει οὐσιώδης, ὁ δὲ ἐνδιάθετος. λόγος ὁ μὲν ἐν τῇ διανοίᾳ, ἐνδιάθετος λεγόμενος, λέγεται συμπλοκὴ νοημάτων ἐν ψυχῇ· ὁ δὲ ἐν τῇ προφορᾷ καὶ χρήσει ῥεῦμα ἀπὸ διανοίας ἐκπεμπόμενον μετὰ φωνῆς· η εμφασις διανοίας μετὰ ῥημάτων καὶ ὀνομάτων. Λόγος, καὶ ἡ φροντίσ. †λέγεται καὶ ὁ τραπεζητικὸς, καὶ ὁ γεωμετρικὸς, καὶ ὁ ἐκ λημμάτων καὶ ἐπιφορᾶς, οιον· ἡμέρα ἐστὶ φῶς, εστι τοῦτο λῆμμα.† Λογισμόσ. κίνησις ψυχῆς περί τι. λογισμός ἐστι τὸ πρῶτον ἐν τῇ διανοίᾳ ἀνελθὸν νόημα. λογισμός ἐστιν ἀόρατος κίνησις καὶ ταραχὴ πράγματος. λογισμός ἐστιν ἡ ποιὰ τοῦ διαλογισμοῦ κίνησις. λογισμὸς δαιμονιώδης ἐστὶν εἰκὼν αἰσθητῶν πραγμάτων συνισταμένη κατὰ διάνοιαν, μεθ' ης ὁ νοῦς κινούμενος ἐμπαθῶς λέγει η πράττει τι ἀνόμως ἐν τῷ κρυπτῷ πρὸς τὸ μορφούμενον ειδωλον ἐκ διαδοχῆς ὑπ' αὐτοῦ. ἐπιλογισμὸς δὲ ἐστὶν ἐναντίον λογισμοῦ. Λοιγόσ. ὁ ολεθρος. Λοιμόσ. νόσος μεταδοτικὴ η φθορά. κυρίως δὲ λοιμὸς ὁ ἐπὶ κακίᾳ πολύς. †η ὁ κακὸς δικαστής.† lambda.1316 Λοίσθιοσ. ὁ εσχατος. καὶ λοῖσθος καὶ λοίσθιον. οἱ μὲν παρὰ τὸ ολισθος καθ' ὑπερβιβασμὸν τοῦ λ, λοῖσθος, λοίσθιος, οιον ἐξολισθήσας καὶ ἐμποδισθείς. η παρὰ τὴν λαίστην, ο σημαίνει τὴν λοιδορίαν καὶ αἰσχύνην, λαῖσθος καὶ λοῖσθος. οιον· λοῖσθος ἀνὴρ ωριστος εχει μώνυχας ιππους. Λολλιανόσ. κύριον. Λουκιλλιανόσ. κύριον. Λουδεμπιστήσ. ὁ αρχων τῶν παιγνιδίων. λοῦδα γὰρ τὰ παίγνια παρὰ ̔Ρωμαίοις. Λόφοσ. υψος γῆς καὶ ἐπανάστημα. Λοχαγοῖσ. στρατηγοῖς, ταξιάρχαις. Λοχίτησ. ὁ ἐνεδρεύων. τὰ ἀπὸ τῆς εἰς ˉοˉς διὰ τοῦ ˉιˉτˉηˉς γινόμενα διὰ τοῦ ˉι γράφεται, οιον· τόπος τοπίτης, λόχος λοχίτης. Λόχοσ. ἡ ἐνέδρα. ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτο εὐθετεῖν. η ἀπὸ τοῦ λέξασθαι· καὶ γὰρ οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας. Λόχοσ. τὸ εγκρυμα. Λουτήρ. παρὰ τὸ λούω, λούσω, λέλουκα, λέλουσμαι, λέλουσαι, λέλουσται, λουστὴρ καὶ λουτήρ. (Θηλυκόν.) Λογάσ. ἐκλεκτὴ, φρόνιμος. Λογίαι. καρποφορίαι. ἐκλογαί. Λογικὴν τερθρείαν. ῥητορικὴν φλυαρίαν. Λοιβή. ἡ σπονδή. ἡ θυσία. lambda.1317 Λοιδορία. ἡ ἐν φανερῷ κακηγορία η λαθραία μέμψις. παρὰ τὸ λοιμὸς λοιμορία καὶ λοιδορία. η παρὰ τὸ βάλλειν τοὺς λόγους ὡς δόρατα. Λοίμη. ἡ φθορά. λύμη δὲ ἡ βλάβη, ψιλόν. †Λοισθία. ἡ ἐσχάτη.† Λοισθώνη. θρασεῖα. Λοπάσ. ἡ χύτρα. Λόρδωσισ. ἐμπρόσθιον κύρτωμα. υβωσις δὲ, τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. κύρτωσις δὲ τὸ μέσον τῆς ῥάχεως. Λουκόλεια. τόπος. Λουκερία. τόπος. Λουκρητία. χώρα. Λοφία. ὑψηλὸς τόπος. Λόχμη. σύμφυτος τόπος. Λοχεία. ἡ ἐπὶ τῷ τόκῳ ὠδίς. Λόχησισ. ἡ ἐνέδρα. Λογία. ἡ συλλογὴ παρὰ τῷ ̓Αποστόλῳ· καὶ τὸ ἐκ πολλῶν συνεισφερόμενον. λέγει δὲ τὴν ἐλεημοσύνην. περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὡς διέταξα ταῖς ἐκκλησίαις. lambda.1318 (Οὐδέτερον.) Λογεῖον. τὸ μαντεῖον καὶ τὸ σχολεῖον. λόγιον δὲ, ὁ λόγος, ι. †Λογίστρια. ὀλοθρεύτρια.† Λογύδριον. ὁ μικρὸς λόγος. Λοίγιον. ὀλέθριον. Λοίσθιον. εσχατον. Λοιβεῖον. ἐν ῳ αἱ θυσίαι γίνονται. Λοιπόν. τὸ ἐπίλοιπον. παρὰ τὸ λείπω λοιπὸς, ὡς λείβω λοιβὸς, καὶ ἀμείβω ἀμοιβή. καὶ ἐξ αὐτοῦ τὸ οὐδέτερον λοιπόν. λοιπὸν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. †Λοῦδα. τὰ παίγνια παρὰ ̔Ρωμαίοις.† †Λοπαίδια. οργανον.† Λουτρά. τὰ εἰς λύσιν αγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. Λοφεῖον. ἡ θήκη τῆς περικεφαλαίας. καὶ λοφήϊον. Λορδόν. συγκεκαμμένον. τοῦ Ψελλοῦ· λέγανον τὸ καπύριον, λορδὸν συγκεκαμμένον. ( ̔Ρῆμα.) Λογίζειν. λογαριάζειν. lambda.1319 Λόγισαι. σκέψαι. Λογιεῖται. διαλογισθήσεται. Λοφίζω. λόφον καὶ υψος ποιῶ. λωφῶ δὲ, τὸ παύω, μέγα. †Λοιεῦσαι. θάψαι.† †Λοπεύειν. θάπτειν.† †Λοπίξαι. λαμπρύναι.† †Λοπῶντα. λεπιζόμενα.† Λοχεύουσι. γεννῶσι. Λοχῶντεσ. ἐνεδρεύοντες. Λοχίζω. τάσσω εἰς λόχον ανδρας. λόχος γὰρ καὶ λόχησις ἡ ἐνέδρα. λοχῶ δὲ αὐτὸς ἐγώ. Λοεσσάμεναι. ἀντὶ τοῦ λουσάμεναι. κατὰ διάλυσιν τῆς ˉοˉυ. λοεσσαμένη,