283
αὐτῆς.» «∆ός μοι, ∆έσποτα, τὴν τοῦ σοῦ θρόνου πάρεδρον σοφίαν.» «Κύριος αὐτὸς ἔκτισε τὴν σοφίαν, καὶ εἶδε, καὶ ἐξηρίθμησεν αὐτήν.» «Οὐδὲν ἀγαπᾷ ὁ Θεὸς, εἰ μὴ τὸν σοφίᾳ συζῶντα. Σοφίας οὐ κατισχύει κακία.» «Εἰ πλοῦτός ἐστι κτῆμα ἐπιθυμητὸν ἐν βίῳ, τί σοφίας πλουσιώτερον, τῆς πάντα ἐργαζομένης; οὐκ ἔχει πικρίαν ἡ ἀναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλ' εὐφροσύνην καὶ χαράν.» «Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν. Ὁ ἀγαπῶν αὐτὴν, ἀγαπᾷ ζωὴν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν, ἐμπλησθήσονται εὐφροσύνης. Ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ Κύριος, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Θεός. Ὁ ὑπακούων αὐτῆς, κρινεῖ ἔθνη, καὶ ὁ προστρέχων αὐτῇ, κατασκηνώσει πεποιθώς.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων, πρόσελθε αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου.» «Μετὰ σοφῶν συμβουλεύου, καὶ μετὰ σοφῶν ἔστωσαν οἱ διαλογισμοί σου.» «Σοφία ταπεινοῦ ἀνυψώσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.» «Ἀπὸ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις.» «Τὸ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ. Ὁ ὑπακούων μου, οὐκ αἰσχυνθήσεται.» Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες αὐτόν.» «Οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.» Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτοις αἰτίων. Τέλος φιλοσοφίας τῷ φιλοσοφοῦντι ἡ πρὸς Θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν. Τὸ εἰδέναι τινὰ, ὅτι ἀγνοεῖ τι, σοφίας ἐστὶ, ὥστε καὶ τὸ εἰδέναι, ὅτι ἠδίκησε, δικαιοσύνης. 96.361 Τῆς αὐτῆς συνέσεώς ἐστι, καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι, καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. Μόνος ὁ σοφὸς ἐλεύθερός τε καὶ ἄρχων, κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. Πᾶς σοφὸς, Θεοῦ φίλος. Τῷ ὄντι πρῶτος ὁ σοφὸς ἀνθρώπων γένους, ὡς κυβερνήτης ἐν νηῒ, ἄρχων δὲ ἐν πόλει, στρατηγὸς δὲ ἐν πολέμῳ, ψυχὴ μὲν ἐν σώματι, νοῦς δὲ ἐν ψυχῇ· καὶ πάλιν, οὐρανὸς μὲν ἐν κόσμῳ, Θεὸς δὲ ἐν οὐρανῷ. Πρεσβύτερος μὲν οὖν ἔστι τε καὶ λεγέσθω ὁ ἀστεῖος, νεώτερος δὲ καὶ ἔσχατος, πᾶς ἄφρων, τὰ νεωτεροποιὰ ἐν ἐσχατίαις ταττόμενα μετιών. Τὸ ζητεῖν ἢ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσιμώτατον.
ΤΙΤΛ. ΙΘʹ. -Περὶ συνοχῆς πραγμάτων, καὶ περισπασμοῦ.
«Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι.» «Καὶ πάλιν τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμόν.» «Ὀχληρίαν καὶ περιφορὰν, εὑρίσκω αὐτὰ πικρότερα ὑπὲρ θάνατον.» Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου. Ἐὰν πληθύνῃς, οὐκ ἀθῶος ἔσῃ.» «∆ιώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσεις.» «Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.» «Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.» «Ὁ προεστὼς ἀλλοτρίας κρίσεως, ὡς κρατῶν κέρκου κυνός.» Ἐν τοῖς ἕλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσιν, περιγενέσθαι τῆς ἐλπίδος, πόνου, μελέτης τῶν τοῦ Θεοῦ, καὶ προσευχῆς ἀμήχανον. Οὔτε κατόπτρῳ ῥυπαρῷ ὄντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προσηλωμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσιν, δυνατὸν ὑποδέξασθαι τὰς ἐλλάμψεις. Ὥσπερ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια φερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν, οὕτω καὶ νοῦν ἀνθρώπων ὑπὸ μυρίων κατὰ κόσμον μερίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. Ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς λιμένα καταντήσειαν. Ἡμεῖς δὲ πελάγιοι, σαλεύειν φιλονεικοῦμεν ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι. 96.364 Ἐν θορυβουμένῳ, καὶ ἀγωνίαν ἔχοντι νῷ, οὔτε ἔννοιά τις τῶν