283
φύσις χαυνοῦται μὲν τῇ τρυφῇ, καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῆς δὲ ἀσκητικῆς κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν, "Ἀλλ' ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλ λοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι." Τοιγάρτοι καὶ ὁ Προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, κρείττων ἦν τῶν παθῶν· εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώ σατο. πδʹ. "Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;" Ὀλίγος, φησὶν, τῆς ἀνθρωπίνης φύσεως ὁ χρόνος. Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; πεʹ. "∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε." Τῷ μὲν Προ φήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμε 80.1849 νεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων διδασκαλία χρησιμωτάτη. Προσήκει γὰρ φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους, καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. πʹ. "Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια." ∆ιὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. "Ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. [πζʹ] Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατ έλιπον τὰς ἐντολάς σου." Πολλὴ, φησὶν, ἡ ἀδικία, καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς. πηʹ. "Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου." Ταπεινοφροσύνῃ τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λα βεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια. πθʹ. "Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ." Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ ∆ε σπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνη τα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ ὀγδόῳ ἔφη ψαλμῷ· "Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται." Αἰνίττεται δὲ κατὰ ταὐτὸν, ὡς τῶν ἀγγέλων οἱ δῆμοι τὸν οὐρανὸν κατοικοῦντες τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεώς εἰσιν ἁπάσης ἐλεύθεροι. ʹ. "Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου." Ταύ την γὰρ καὶ τῇ τῶν Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνην γεγενημένῃ· λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν, τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. "Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. [αʹ] Τῇ διατάξει σου διαμένει ἡμέρα." Ἔδωκας τῇ γῇ τὸ ἐπιπλεῖστον διαρκὲς, καὶ μεμένηκεν ὡς προσέταξας· διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. "Ὅτι τὰ σύμπαντα δοῦλα σά." Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει· σὺ γὰρ ὁ ∆ημιουργὸς τῶν ὅλων. βʹ. "Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου." Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφοραῖς· καὶ Ἰωσὴφ δουλείαν, μοιχείαν, καὶ συκοφαντίαν φυ γών· καὶ ∆ανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα· καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος ∆αβὶδ, ἐξελασθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, Ἀλλοφύλοις δὲ καὶ δυσσεβέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην. 80.1852 γʹ. "Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δι καιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με." Τῇ πείρᾳ γὰρ μαθὼν, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει. ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. δʹ. "Σός εἰμι ἐγὼ, σῶσόν με· ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα." Οὐ πάντες ταύτῃ κεχρῆσθαι δυνά μεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὢν ὁ δοῦλος τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων· ᾧ γάρ τις ἥττη ται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλ λαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κε χρῆσθαι δυνάμεθα τῇ φωνῇ. εʹ. "Ἐμὲ ὑπέμειναν