283
ἀδελφότητος αὐτοῦ ἀνὴρ δυνατὸς ἔργῳ καὶ λόγῳ, ἐργάτης ἐντολῶν θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ οἰκείου κοινοβίου, πολλὰ ἐνδειξάμενος ἀρετῆς ἰδιώματα καὶ νῦν αὐτὸ τοῦτο κατὰ τὸν παρόντα διωγμὸν περιερχόμενος πόλεις τε καὶ χώρας, ὑστερούμενος, θλιβόμενος ἐν τῷ διακονεῖν τὸν τῆς ἀληθείας λόγον μέχρις ἀπέπνει ἐνδημήσας πρὸς Κύριον. Τοιοῦτον οὖν, ὡς ἡ ἀλήθεια ἔχει, ἐξεναγήσατε δοῦλον Κυρίου καὶ τηλικοῦτον λείψανον ἅγιον παρ' ὑμῖν ᾠκονομήθη ἀποθησαυρισθῆναι. διὸ καὶ μᾶλλον προσετέθημεν τῇ κατὰ θεὸν ἀγάπῃ ὑμῶν καὶ ἐπευχόμεθα ὑμῖν τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, ἀνθ' ὧν μετὰ ἀληθινῆς καρδίας ὑπεδέξασθε τὸν ὅσιον ∆ιονύσιον, οὗ τὸ μνημόσυνον μετὰ τῶν ὁμοταγῶν ἁγίων. 457 {1Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάσ}1 Ἀδελφοὶ καὶ πατέρες, ἄλλοι μὲν λυπηρῶς ἀναγγέλουσιν τὰς τῶν οἰκείων ἀποβιώσεις, ἐγὼ δὲ καὶ λίαν περιχαρῶς· διατί; ὅτι οἱ ἀποβεβιωκότες ἀδελφοὶ ἡμῶν ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι, Ἄνθος ὁ φερωνύμως ἠνθηκὼς τὰς ἀρετάς, καὶ ∆ιονύσιος, ὁ διαπρέψας διονυσιακῶς καθ' ὁσιότητα. οἷος δὲ καὶ ὁ θάνατος ἀμφοτέρων δίκαιον εἰπεῖν· ὁ μέν, ἐληλυθὼς ἀπὸ τῆς οἰκείας ξενίας ἄρτι καί γε συνταξάμενος ἡμῖν αὐτὰ δὴ τὰ τελευταῖα, ἐν τῇ ὑποστροφῇ καθ' ὁδὸν νοσηλευθεὶς κεκοίμηται ἱερῶς ἐν μοναστηρίῳ τῆς Μυέλης· ὁ δέ, ἀσθενείᾳ περιπεσών, ὑπέστη, εἰ μὴ προπετὲς εἰπεῖν, τὰ τοῦ ἀοιδίμου Ἰὼβ παθήματα· καὶ γὰρ τὰς σάρκας αὐτοῦ εἶδεν ῥυϊσκομένας καὶ τὰ ὀστᾶ κεκολλημένα τῇ σαρκί· πόνοι ἀνύποιστοι, πληγαὶ τραυμάτων, ῥύσις τῆς γαστρὸς ἄμετρος, μόνη ἡ πνοὴ παραμένουσα· ἐν οἷς εὐχαρίστως καὶ ὑπομονητικῶς ἐνεγκὼν ἐνεδήμησε καὶ αὐτὸς πρὸς Κύριον. ἴδε οἱ μακάριοι ὡς καὶ αὐτοὶ μάρτυρες, ∆ιονύσιος ὁ τοῦ θεοῦ ἐργάτης δόκιμος καὶ Ἄνθος τὸ ἀρνίον τοῦ Χριστοῦ, ∆ιονύσιος, ὁ μέχρι γήρους τὸν τῆς ὑποταγῆς ἄεθλον ἀπὸ νεότητος τετελεκώς, καὶ Ἄνθος, ὁ ἐκ παιδὸς ὁσιωθεὶς μέχρι μεσηλικιότητος καθ' ὑποταγήν, ἀμφότεροι σκεύη εὔχρηστα τῷ δεσπότῃ θεῷ, οὐ μόνον ἐν οἷς ὑμνήθησαν πρότερον καὶ ὕστερον, πρὸς δὲ καὶ φυλακῶν διαδήματα ἕνεκεν δικαιοσύνης περιεβάλοντο· οὗ τί ἂν γένοιτο ἐνδοξότερον; ἔχει δὲ θάτερος ἄλλο καύχημα, τὸ ἐξυπηρετῆσαι αὐτὸν τῷ κυρίῳ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ, καὶ ἐξυπηρέτησιν μακράν, καὶ οὐ μόνον μακράν, ἀλλὰ καὶ ἐπαινουμένην λίαν. ἀμφοτέρωθεν οὖν ἀξιάγαστος ὁ ἀδελφός. Τί οὖν εἴπωμεν πρὸς ταῦτα, ἀδελφοί; ὅτι μεταβαίνομεν πάντως πάντες ἄνθρωποι ἐντεῦθεν καὶ ἡ μετάβασις ἀπὸ παροικίας εἰς ἀληθινὴν κατάπαυσιν, ἐκ σκότους εἰς φῶς, ἀπὸ ταραχῆς εἰς γαλήνην, ἐκ πολέμου εἰς εἰρήνην, ὅπου οὐκ ἔνι δάκνων ὄφις, ὅπου οὐκ ἔνι τροπῆς φόβος, ὅπου κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπαρξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. διὸ σπεύσωμεν, ἀδελφοί μου, καὶ ἡμεῖς ὁσίως ἀποβιῶσαι, ὡς ἂν φύγοιμεν αἰωνίας κρίσεως καὶ ἀξιωθείημεν βασιλείας οὐρανῶν. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος· ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. φοβηθῶμεν, τέκνα ἀγαπητά, φρίξωμεν, διαναστῶμεν κατὰ τοῦ δράκοντος διαβόλου καὶ οἱ δοκοῦντες ἑστάναι καὶ οἱ ὑποσκελισθέντες, ὅτι τοῖς μὲν βραχεῖα χαύνωσις πτῶσιν ἀπεργάζεται θανάτου, τοῖς δὲ μικρὰ ἀνάνευσις ἴασιν ἀνατελεῖ ψυχικῶν τραυμάτων· μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ναί, ἀδελφοί μου, οὔπω ἡ θύρα κέκλεισται, οὔπω ἡ πανήγυρις διαλέλυται. φεισώμεθα ἑαυτῶν, σκοπῶμεν, πῶς ἐν ἄστει διατρίβομεν, ποῦ καθεζόμεθα, μεθ' οἵων προσώπων διαλεγόμεθα, πηλίκη ἡ τροφὴ ἡμῶν, ἡ ἡσυχία, ἡ ὕπνωσις, ἡ ὁμιλία, ἡ ὕμνησις, ὅλη ἀρεστὴ θεῷ, ὅλη ἐπωφελὴς τῷ πέλας. ἐλεεῖτε, βοηθεῖτε· μή τίς τι πράττοι παρὰ τὸ εἰκός. τί ὄφελος, ἐὰν ὅλον τὸν κόσμον κερδήσω καὶ ζημιωθῶ τὴν ἐλεεινήν μου ψυχήν; τί μοι προσθήσεται ἐν ἡμέρᾳ θανάτου τῶν τῇδε ἡδυπαθειῶν τὸ τέλος, τί δὲ πείσομαι, ὅταν τοὺς ὁμοταγεῖς μου ἴδω προσλαμβανομένους εἰς βασιλείαν θεοῦ, ἐμαυτὸν δὲ αἰρόμενον εἰς τὸ ἐξώτερον σκότος; ὄντως, ἀδελφοί μου, οὐδὲν ἡ εὐπάθεια τῆς σαρκός, οὐδὲν βασιλεία ἐπίγειος,