Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξε8.9.30.2 σθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν, καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι, καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν 8.9.30.3 αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν, ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἣ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαχαίρᾳ τοῦ τέμνειν. 8.9.30.4 Τὸ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ψυχὴν ἀντὶ ψυχῆς. Ὁ μὲν γὰρ πλήξας τινὰ θανασίμως αἴτιός ἐστιν αὐτῷ τοῦ θανάτου ἢ τοῦ γίνεσθαι τὸν θάνατον, ἀντιπληγεὶς δὲ ὑπ' αὐτοῦ θανασίμως ἔσχεν αὐτὸν ἀνταίτιον, οὐ καθὸ ἐγένετο αὐτῷ αἴτιος, καθ' 8.9.30.5 ἕτερον δέ. αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλ' αὐτὸς ὁ τρωθείς, ὥστ' ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος, ἄλλον δὲ ἔσχεν αἴτιον, καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ ἀντιτιμωρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας. ὥστε οὐκ ἀλλήλων τὰ αἴτια ὡς αἴτια, ἀ<λλήλοις> δέ ἐστιν αἴτια. 8.9.31.1 Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται <αἴτια> πολλά. οἱ γὰρ ἄνθρωποι <οἱ> συνελθόντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν· <ἀλλ' οὐχ ἕκαστος κατ' ἰδίαν αἴτιος,> ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ 8.9.31.2 αἴτια, κατ' ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται. τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι, καὶ τοῦ θερ8.9.31.3 μαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον 8.9.31.4 γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ' εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ' εἶδος 8.9.31.5 δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ' εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἴτια κατ' εἶδος, οἷον λιβανωτός, ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα. 8.9.32.1 Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα 8.9.32.2 τοῦ πάσχοντος. παρὰ μὲν τὴν ποιὰν δύναμιν· ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον. 8.9.32.3 παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων· τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας, καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει, καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν. 8.9.32.4 Τῶν οὖν αἰτίων τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἐπιλογισμῷ λαμ8.9.32.5 βανόμενα, τὰ δὲ ἄδηλα, τὰ δὲ ἀναλογισμῷ. καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, <τὰ> κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα 8.9.32.6 καιρὸν πρόδηλα γενέσθαι δυνάμενα. καὶ τῶν μὲν φύσει τὰ μὲν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται. 8.9.32.7 Καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. καὶ τὰ μὲν τοῦ κατὰ φύσιν, τὰ δὲ τοῦ παρὰ φύσιν, τὰ δὲ νόσου, καὶ κατὰ τὸ ὑποβεβηκὸς τὰ μὲν παθῶν, τὰ δὲ τοῦ μεγέθους αὐτῶν, τὰ δὲ χρόνων καὶ καιρῶν. 8.9.33.1 Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ 8.9.33.2 αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν