284
πρωτοσεβαστὸς, καὶ Ἀρσένιος ὁ Τζαμπλάκων· περὶ τούτους δὴ ὁ Τζιμπάνος βαρβαρικῶς διατεθεὶς, καὶ ἵππων τῶν ἀγόντων ἐπιθυμήσας καὶ τῆς ἄλλης ἀποσκευῆς οὔσης οὐκ ὀλίγης, ἅμα ἐκείνοις καὶ τέκνα καὶ γυναῖκα καὶ βοσκήματα, ἃ ἦν αὐτῷ περιουσία, παραλαβὼν, ηὐτομόλησε πρὸς μέγαν δοῦκα ἐν Θεσσαλονίκῃ καὶ τοὺς βασιλέως πρεσβευτὰς ὥσπερ τι δῶρον προσήγαγε δεσμώτας. ὁ δὲ ἄγαν ὑπερησθεὶς, τὸν μὲν βάρβαρον ἠμείβετο φιλοτίμως, οἰκιῶν αὐτίκα καὶ κτήσεων μεγάλων, αἳ Τζαμπλάκωνι ἦσαν ἐν Θεσσαλονίκῃ, κύριον ἀποδείξας. εἰς τοὺς δεσμώτας δὲ πρότερον αὐτὸς δι' ἑαυτοῦ πολλὰ ἐνυβρίσας καὶ πᾶσαν ἐπιδειξάμενος πικρίαν, πρωτοσεβαστὸν μὲν ἐκέλευεν εἰς δεσμωτήριον ἀπάγειν, Τζαμπλάκωνα δὲ τοῖς τριηράρχαις παρεδίδου, ὡς ἅμα τοῖς ναύταις ἀτάκτως ἐνυβρίσουσιν. οἱ δὲ ἐπὶ μίαν τῶν τριηρέων ἀναγαγόντες, καὶ τοῦ δήμου σχεδὸν τῶν Θεσ 2.257 σαλονικέων παντὸς παρόντος, τὰ μοναχῶν, ὥσπερ εἴωθεν, ἠμφιεσμένον, ἐπέθηκαν τῇ κεφαλῇ πῖλόν τι, ὃ τοῖς πολλοῖς καὶ δημώδεσι τῶν Περσῶν ἐπὶ τῆς κεφαλῆς φορεῖν ἔθος, λαμπάδας τε ἡμμένας ἀμφοτέραις κατέχειν ἀναγκάζοντες ταῖς χερσὶν, ὄπισθεν μὲν ἐλάκτιζον ἐπὶ τὸν πρωκτόν· εἶτα παριόντες, ἔμπροσθεν ἠσπάζοντο, «οὗτος» ἐπιβοῶντες «ὁ πατριάρχης Καντακουζηνοῦ.» μετὰ δὲ τὴν πολλὴν ἐκείνην ἐρεσχελίαν καὶ τὸν θρίαμβον τὸν ἄτιμον, ἐκέλευε καὶ αὐτὸν εἰς δεσμωτήριον ἀπάγειν. μετὰ δὲ τοῦτο τὰ ἐν Θεσσαλονίκῃ πράγματα ὡς ἂν αὐτῷ ἐδόκει ἄριστα, οἰκονομήσας καὶ πρὸς τὸν πρὸς βασιλέα πόλεμον πάντας παραθήξας, αὐτὸς μὲν ἐκ θαλάσσης, ἡ ἵππος δὲ ἐκ τῆς ἠπείρου εἰς Βυζάντιον ἀνέστρεφε. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς μετὰ τὸ τὴν ἐκ Βυζαντίου καὶ Θεσσαλονίκης στρατιὰν αὐτοῦ ἀναχωρῆσαι πρὸς τὴν μάχην ἀπειποῦσαν, τὸ ἐπίλοιπον ὁδεύσας τῆς ἡμέρας, παρὰ τῶν Προσοίκου στενῶν τὴν εἰσβολὴν ηὐλίσατο τὴν νύκτα. ὁ δὲ Πρόσοικος οὗτος φρούριόν ἐστι καρτερώτατον ἐπὶ λόφου ἱδρυμένον, ὃ πάλαι μὲν ὑπὸ τὴν Ῥωμαίων ἡγεμονίαν διετέλει, κατὰ δὲ τὸν βασιλέων Ἀνδρονίκων πρὸς ἀλλήλους πόλεμον πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν ὑπὸ τῶν κατεχόντων ἑκόντων παρεδόθη μίσει τῷ πρὸς τὸν νέον βασιλέα. τότε δὲ ὑπὸ Μιχαήλ τινος, τοῦ Τριβαλῶν ἄρχοντος παραδόντος, ἐκρατεῖτο. ὃς δὴ Μιχαὴλ, τῶν βασιλέως οἰκείων, ὡς ὕστερον αὐτὸς ἔφασκεν, ὢν, πρὸς 2.258 Κράλην αὐτομολήσειεν ἔκ τινος αἰτίας. τότε δὴ τὴν στρατιὰν ἰδὼν ἐστρατοπεδευμένην καὶ νομίσας ἐκ Ῥωμαίων οὖσαν ἐπὶ λείαν ἥκειν, πεζούς τε καὶ ἱππέας ὅσους μάλιστα ἠδύνατο ἀθροίσας, τῆς νυκτὸς προκατέλαβε τὰ στενὰ καὶ ἅμα πρωῒ παρεσκευάζετο πρὸς μάχην, ὡς τὴν δίοδον τῇ στρατιᾷ οὐκ ἐπιτρέψων. βασιλεύς τε ὁμοίως, ἐπεὶ ἐκείνους εἶδε περὶ τὰ καρτερώτατα τοῦ χωρίου ἐγκαθιδρυμένους, τὴν στρατιὰν ἐκέλευεν ὁπλίζεσθαι ὡς βιασόμενος· πρὸς ἕτερόν τι γὰρ τρέπεσθαι βέλτιον οὐκ ἐνῆν. Μιχαὴλ δὲ τήν τε στρατιὰν ἐθέλων ὅθεν εἴη μαθεῖν καὶ τὸν ἄγοντα στρατηγὸν, πλησίον τε γενόμενος τοῦ στρατοπέδου καί τινας τῶν συνήθων καὶ φίλων πόῤῥωθεν ἰδὼν, ἐκάλει τε αὐτοὺς ὀνομαστὶ καὶ ἐπυνθάνετο περὶ τοῦ στρατηγοῦ. ἐκείνων δὲ ἀπαγγειλάντων, ὡς εἴη βασιλεὺς ὁ Καντακουζηνὸς, μηδὲν μελλήσας προσῄει τε αὐτίκα καὶ ἠσπάζετο τὸν πόδα. ἔπειτα καὶ ἑαυτὸν ἀναγνωρίσας, συνήλγησέ τε πρὸς τὴν δυσπραγίαν βασιλεῖ καὶ περὶ τὰ ἄλλα προθυμότατον ἑαυτὸν παρέσχετο, χάριν τῷ θεῷ πολλὴν ὁμολογῶν, ὅτι πρὸς τοῦτο καιροῦ συντύχοι, ἐν ᾧ τὴν εὔνοιαν ἐξέσται τὴν πρὸς ἐκεῖνον φανερὰν ποιεῖν. τήν τε οὖν δίοδον εὐθὺς ἀπονητὶ παρείχετο καὶ ἐξένιζεν ἐκ τῶν ἐνόντων τὴν στρατιάν. τὴν μὲν οὖν ἡμέραν ἐκείνην ἐν Προσοίκῳ διετέλεσεν ὁ βασιλεὺς ξενιζόμενος ὑπὸ Μιχαὴλ, ἅμα δ' ἵνα καὶ ἡ στρατιὰ πορίζοιτο τὰ ἐπιτήδεια· ἦσαν γὰρ παντάπασι τῶν ἀναγκαίων ἐνδεεῖς. ἐς τὴν ὑστεραίαν δὲ ἄρας 2.259 ἐκεῖθεν καὶ Ἀξιὸν διαβὰς τὸν ποταμὸν, τῆς ἐπὶ Σκοπιὰν πόλιν, καὶ αὐτὴν πάλαι μὲν Ῥωμαίων οὖσαν, ἔτεσι δὲ πολλοῖς πρότερον ὑπὸ Τριβαλῶν κατεχομένην, εἴχετο φερούσης. ἐπεὶ δὲ ἔδει παριέναι Βελεσσὸν πόλιν, καὶ αὐτὴν ταῖς ἄλλαις παραπλησίως ὑπὸ Τριβαλῶν