284
ἐπεὶ δ' οἱ ̔Ρωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν, ἀπέστησαν αυθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν ουν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων οντας πολεμίους εκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, εν ἑλέσθαι κελεύοντες ὁποῖον αν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε αλλα τραχύτερον ἀπεκρίναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν ειπον οὐδέτερον, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ωκνουν δὲ πολέμου κατάρξασθαι. Κινηθέντων δ' αυθις τῶν Σαρδονίων ἐπ' αὐτοὺς οἱ υπατοι αμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ελαβον, παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ' ἀμφοτέρους οἱ ̔Ρωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος 2.227 Σαρδόνας εφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς ̓Ιταλίας μετεπέμψατο ευρινας, καὶ δι' ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ορη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε αν υδατος ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που υδωρ ὀψέ ποτε ἀνεφάνη καὶ επεισε τοὺς Κυρνίους ὁμολογῆσαι. Κατὰ τοῦτον τὸν χρόνον καὶ ̓Αμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς ̓Ιβήρων νικηθεὶς εθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων προήγαγον, καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ελκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οιστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ αλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας ουτως ἐτελεύτησε, τελευτήσαντα δὲ αὐτὸν ̓Ασδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς ̓Ιβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι εκτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν αλλων Γαλατῶν πολλὰ μὲν καὶ αλλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ ̔Ρωμαῖοι μήποτε κατ' αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ' ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον ̓Ιούνιον εἰς τὴν Λιγυστικὴν ἀπά2.228 ραντας, παρεσκευάζοντο εἰς τὴν ̔Ρώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ' αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν οτι οὐκ ἐπ' ἐκείνους ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. ̔Ρωμαῖοι δὲ τόν τε ̓Ιόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς ̔Ελληνικῆς ηψαντο· πρόφασις δ' αὐτοῖς τοῦ πλοῦ ἐγένετο ηδε. Ισσα νῆσός ἐστιν ἐν τῷ ̓Ιονίῳ κόλπῳ κειμένη. οἱ γοῦν ταύτης κάτοικοι ̓Ισσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς ̔Ρωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι ̓Αγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους ̓Ιλλυρικοῦ. πρὸς ον οἱ υπατοι πρέσβεις επεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ετι, ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. η τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν εδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ ̔Ρωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ελεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ ̔Ρωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων ουτε τινὰ ἐκδώσειν εφη καὶ ἐπὶ τὴν Ισσαν εστειλε στράτευμα. ειτα αυθις δείσασα ∆ημήτριόν τινα πρὸς τοὺς ὑπάτους επεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ