284
λοεσσάμεναι. lambda.1320 Τὸ Λ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Λύβας· Λύβαστος· Λυβήρ. ὀνόματα κύρια. Λυγδηνόσ. ἀπὸ Λύγδης. Λυγρόσ. ὁ χαλεπὸς η ἀσθενής. Λυγαῖοσ. σκοτεινός. λυγαῖος δὲ ην ὁ τόπος αὐτοῖς. Λυβρόσ. Λυκάβασ. ὁ ἐνιαυτός. ἐκ μεταφορᾶς τῶν λύκων τῶν βαινόντων κατὰ οὐράν. Λυκόζειοι. εθνος. Λυμεών. ὁ βλαπτικός. lambda.1321 Λυρῳδόσ. ὁ μετὰ λύρας ᾳδων καὶ ψάλλων. ληρῳδὸς δὲ, ὁ φλύαρος, ˉη. Λύχνουσ λέγουσιν οἱ ̓Αθηναῖοι· λύχνα δὲ ̓Ιακῶς λέγεται. παρὰ τὸ λύειν τὸ νύχος ητοι τὸ σκότος, λύνυχος καὶ λύχνος. Λυγδάμησ. κύριον. καὶ κλίνεται Λυγδάμους. (Θηλυκόν.) †Λύαι. στάσεις· διαφοραί.† Λύγξ. οτε μὲν τὸ πάθος, διὰ τοῦ γ κλίνεται, ἐξ ου καὶ τὸ ἀνελυγγίασεν· οτε δὲ τὸ ζῶον, διὰ τοῦ κ, λυκός. Καλλίμαχος· κρέα λυκὸς εταμνε. καὶ λὺξ, λυγὸς, ἡ ῥάβδος. Λύγδη. ονομα τόπου. Λυδία καὶ Λυκαονία καὶ Λυκαρνία. ὀνόματα χωρῶν. Λυκέα. ἀγὼν ἐν ̔Ρώμῃ. σύνηθες δὲ αὐτοῖς επαθλον δορὰν διδόναι. †Λυκέθη. ονομα κύριον.† Λυκώρεια. πόλις. Λύμη. ἡ βλάβη. ἀπὸ τοῦ λύω. λοίμη δὲ, ἡ φθορὰ, δίφθογγον. Λυρνησσόσ. πόλις. †Λύρα ἐστὶν ἱστὸς διὰ νεύρων ἐσκευασμένοσ.† Λυρῳδία. ἡ τῆς λύρας ᾠδή. ληρῳδία δὲ, ἡ φλυαρία, η. lambda.1322 Λυπρά. λυπηρὰ, μοχθηρά. Λυπρόγεωσ. ἡ μοχθηρὰ καὶ λυπηρὰ γῆ. Λύπη. διάθεσις ἡδονῶν ἐστερημένη. η λύπη ἐστὶν ενδεια ὀρέξεως· ορεξις δέ ἐστι τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κίνησις· ἐπιθυμητικὸν δέ ἐστι τὸ θελητικόν· ωστε τὴν λύπην τὴν ἐπαινετὴν ὁ Χριστὸς ἐν τῷ θελητικῷ μέρει τῆς ψυχῆς ἑκουσίως ἐδέξατο. λύπη γὰρ κατὰ τὸ λυποῦν ειρηται. τοίνυν ἐν ἀληθείᾳ ἐλυπεῖτο ὁ Χριστὸς τὴν ἀπώλειαν τῶν ̓Ιουδαίων καὶ τοῦ ̓Ιούδα καὶ τῆς ̔Ιερουσαλὴμ, ην ἐδάκρυσεν ἐν ἀληθινῇ αἰσθήσει ψυχῆς λυπούμενος καὶ δεικνὺς τὸ φύσει φιλάνθρωπον. Λύσσα καὶ λύττα. ἡ μανία. Λύπη. στέρησις ἐπιθυμίας. (Οὐδέτερον.) †Λυαῖα. παύσιμα.† Λυγίσμασιν. ἐπικάμψεσι. συγκλάσμασι. Λυγρόν. χαλεπὸν, ἀσθενές. Λύγοσ. τὸ σκότος. οὐδέτερον. ευρον τοῦτο καὶ λυγός. ἀπὸ τοῦ λύειν τὴν αὐγήν. καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι ελεον. σημαίνει δὲ καὶ φυτόν. Λύδιον. μέλος. Λύθρον. τὸ μετὰ κόνεως αιμα. lambda.1323 Λύκιον τέρασ. τὸ τοῦ λύκου. λύκειον δὲ δῶμα, δίφθογγον. Λύκειον. πόλις Θετταλίας, ενθα λύκος ἐπιὼν τοῖς τῆς πόλεως βουσὶν ἀπελιθώθη. γράφεται δὲ διὰ διφθόγγου τῷ λόγῳ τοῦ λάγειον. Λυκόφωσ. τινὲς τὸ σκοτεινὸν λέγουσιν, οιον λυγαῖον, διαλελυμένον φῶς. η αὐγὴ διαλυθεῖσα. η τὸ μετέχον τοῦ σκότους καὶ φωτός. ἀπὸ μεταφορᾶς τῶν λύκων, οιτινες τὸ μὲν κάτω μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν εχουσι, τὸ δὲ ανω, μέλαν. Λύματα. καθάρματα. η καὶ αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκκρίσεις. Λυπρόν. λυπηρὸν, μοχθηρόν. Λυπινάριον. ειδος ὀσπρίου, α καὶ θέρμια λέγομεν. Λυσιτελέσ. συμφέρον. ὠφέλιμον. Λυσσῶδεσ. μανικόν. Λύτρα. δῶρα ἐπὶ ἐλευθερίᾳ αἰχμαλώτων διδόμενα. Λυχνίον. ὁ λύχνος. λυχνεῖον δὲ ὁ τόπος τοῦ λύχνου, διὰ διφθόγγου. Λυγίζω. διασείω. †Λυγίσασθαι. κρυβῆναι.† Λυδίζω. τὰ τῶν Λυδῶν φρονῶ. Λυμαίνεται. βλάπτει. lambda.1324 Λῦντο. ἐλύθησαν. Λυπῶ. τὸ θλίβω. Λυσσῶντες καὶ λυττῶντεσ. οἱ μαινόμενοι. Τὸ Λ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Λωγήρυχοσ. κύριον. Λωποδύτησ. ὁ τῶν ἱματίων κλέπτης. λώπη γὰρ τὸ ἱμάτιον. Λῷστοσ. ὁ φίλος. Λῶτοσ. ἱμάτιον. Λωτοφάγοι. εθνος. Λωτόσ. τὸ γλυκοκάλαμον. η βοτάνη εὐωδεστάτη, ην ενιοι μυρόλωτον κικλήσκουσι. Λώταξ. ὁ λῃστής. η ὁ πόρνος. η ὁ μύρα ἀλειφόμενος. η ὁ καταδαπανῶν ἐν τοῖς αἰσχροῖς τὸν βίον αὐτοῦ, ὡς ὁ πόρνος καὶ ὁ ἀνδρόγυνος. η ὁ αὐλητής. Λῶοσ. κύριον. καὶ ονομα μηνός. (Θηλυκόν.) Λώβη. ἡ βλάβη καὶ ἡ υβρις. ἡ ἐπὶ τῷ κακῷ περιβόητος. η ἀπὸ τοῦ λοβὸς, ο σημαίνει τὰ ακρα τῶν ὠτῶν. - εὐτρήτοισι λοβοῖσιν- οἱ γὰρ παλαιοὶ τοὺς εν τισιν ἀτοπήμασιν ἁλόντας ἐνυβρίζοντες, τὰ ακρα τῶν ὠτῶν ἀπέτεlambda.1325 μνον. η ἀπὸ τοῦ λαβὴ, ο σημαίνει τὸ ξίφος η τὴν βλάβην, λώβη. Λωβεία. ἡ νόσος. †Λωγή. ἡ τῆς καλάμης ἀναλογή.† Λώλια. κύριον. Λώπη. τὸ ἱμάτιον. †Λωτοβοσκόσ. ἡ Θρᾴκη. ἡ Αιγυπτος.† Λωτοδάμη. κύριον. (Οὐδέτερον.) Λωγάνιον. μέρος τοῦ σώματος. Λώϊον. κρεῖσσον,