1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

284

καλῶν, οὔτε Θεοῦ χάρις ἐπέρχεται. Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον, ἀσεβοῦς δὲ, φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρῖνόν ἐστιν ἐν μέσῳ ἀκανθῶν. Τοῦτο δὲ τὴν ἄφροντιν δηλοῖ. Τὸ γὰρ κρῖνον καὶ ἐν τῷ Εὐαγγελίῳ τὴν ἀμέριμνον σημαίνει ψυχήν. Οὐ κοπιᾷ, οὐδὲ νήθει, καὶ μείζονα τοῦ Σολομῶντος περιβέβληται δόξαν. Περὶ δὲ τῶν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ σωματικὰ, φησί· Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Καὶ γὰρ ὄντως ἀσεβές ἐστιν, παντὶ τῷ βίῳ συμπαρεκτείνειν τὴν τῶν σωματικῶν φροντίδα, καὶ μηδεμίαν περὶ τῶν μελλόντων ἐπιδεικνύσθαι σπουδήν. ∆ιὰ τί κοπρίας περιβάλλονται, οἵ ποτε τιθηνούμενοι ἐπὶ κόκκῳ, Ἱερεμίας θρηνῶν ἔλεγεν· ὅταν γὰρ ἐπὶ τῶν λαμπρῶν καὶ διαπύρων ἀναπαυόμεθα νοημάτων, ἐπὶ κόκκῳ τιθηνούμεθα. Ὅταν δὲ τοῖς γηΐνοις ἐμφυρόμεθα πράγμασι, κοπρίας περιβαλλόμεθα. Ὃς πορεύεται ἐπὶ τεσσάρων, διὰ παντὸς ἀκάθαρτος. Ἐπὶ τεσσάρων δὲ πορεύεται ὁ τοῖς αἰσθητοῖς πράγμασι πεποιθὼς, καὶ τῇ τούτων ἀσχολίᾳ πάντως ἐπισύρων τὸ ἡγεμονικόν. Ὥσπερ οἱ δεσμῶται δυσχερῶς βαδίζουσιν, οὕτως τὸν δρόμον τῆς ἀρετῆς, συμπλεκόμενοι τῷ βίῳ, καθαρὸν οὐκ ἀνύουσιν.

ΤΙΤΛ. Κʹ. -Περὶ τῶν συχναζόντων ἐν ἀλλοτρίοις οἴκοις.

«Πίθος τετρημένος, ἀλλότριος οἶκος.» «Ποῦς μωροῦ ταχὺς εἰς οἰκίαν· ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» ΤΙΤΛ. ΚΑʹ. -Περὶ συμβουλῆς καὶ εἰσηγήσεως ἀγαθῆς. «Ὁ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλπίδι, καὶ ἡσυχάσει ἄφοβος ἀπὸ παντὸς κακοῦ.» «Υἱὲ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Υἱὲ, μὴ παραῤῥυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχὴ, καὶ χάρις ᾖ περὶ τῷ σῷ τραχήλῳ. Ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς.»

ΤΙΤΛ. ΚΒʹ. -Περὶ συμβουλῆς καὶ εἰσηγήσεως πονηρᾶς.

«Χρόνου πολλοῦ προβεβηκότος, εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος

καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. Υἱοί σου καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὒς εἰς τὸ κενὸν ἐκοπίασα 96.365 μετὰ μόχθων. Σὺ δὲ αὐτὸς κάθησαι ἐπὶ σαπρίᾳ σκωλήκων, διανυκτερεύων αἴθριος. Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη, προσδεχομένη δὲ τὸν ἥλιον, πότε δύνῃ, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν λαλήσεις; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» «Κακὸς ὑπακούσει γλώσσαις παρανόμων.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή.» «Υἱὲ, μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς. Ἐὰν παρακαλέσωσί σε, λέγοντες· Ἔλθε μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· καταπίωμεν δὲ αὐτὸν, ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ τῆς γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· υἱὲ, μὴ πορευθῇς ὁδοὺς μετ' αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.» «Ἐγένετο μετὰ τὸ