284
ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα." Τὸ ὑπέμειναν, προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἴρη καν. Ἐκεῖνοι μὲν ἤλπισάν με παραδοῦναι θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις τὴν ἐντεῦθεν ἐκαρπούμην ζωήν. ʹ. "Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα." Ὁ δὲ Σύμμαχος οὕτως· Πά σης κατασκευῆς εἶδον πέρας, εὐρύχωρος ἡ ἐν τολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπεια, καὶ πλοῦτος, καὶ περιουσία, καὶ δυναστεία, καὶ ἡγεμο νίαι, καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι, καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσι προξενεῖ τὸν ἀπέραντον ἐκεῖνον καὶ αἰώνιον βίον, καὶ τὰ ἀγαθὰ μεταβολὴν οὐδεμίαν δεχόμενα. ζʹ. "Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν." Οὐ πᾶς τὸν θεῖον νόμον πληρῶν ἀγαπῶν τοῦτον πληροῖ, ἀλλὰ οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι. Οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρα σταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. ηʹ. "Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμοί ἐστιν." Θερ μῶς τὸν θεῖον ἀγαπᾷν ὁ Προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον· πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας. ∆ιὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι. Τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. θʹ, ρʹ. "Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συν ῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζή τησα." Βασιλέων ἴδιον τὸ διδάσκειν, τὸ δὲ διδά σκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξου σία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος, σωφρο 80.1853 νεῖν αὐτὸν παρεσκεύαζεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας ∆αυῖδ, τοῖς ὑπηκόοις ἔτι συν τεταγμένος, καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσο φίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσ χετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. ραʹ. "Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πό δας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου." Οὔτε γὰρ δυνατὸν δύο κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολα σίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλ λὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γίνεσθαι τῶν θείων φύλακας λόγων. ρβʹ. "Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με." Σὲ γὰρ τούτων ἐπιστάμε νος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζό μην. ργʹ. "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου." Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέ λιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λο γίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη. Τούτοις δὲ ἡ ψυχὴ κεχρημένη τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. ρδʹ. "Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας." Συνεὶς γὰρ τίσιν ἀρέ σκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. ρεʹ. "Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου." Οὐ γὰρ ἐν σκότει βαδίζω, οἷόν τινι λύχνῳ τῷ σῷ φωτιζόμενος νόμῳ· Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται, ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ οἷα δὴ λύχνος μόγις ἓν κατηύγασεν ἔθνος, ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ ∆εσπό της Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰου δαίοις. Ἔπειτα δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀνέτειλεν. Καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, καὶ πάντας ἀνθρώπους φωτίσαντας διὰ τῆς αὑτῶν διδαχῆς. ρʹ. "Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου." Τὴν βεβαίαν τῆς ψυχῆς κρίσιν ὅρκον ὠνόμασεν, ἐπειδὴ ὅρκῳ βεβαιοῦ ται τῶν πραγμάτων τὰ πλεῖστα. ρζʹ. "Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου." Οὐχ ἁπλῶς ἔφη