284
οὐδὲν δόξα πρόσκαιρος, οὐδὲν πλοῦτος ῥευματιζόμενος, οὐδὲν τρυφὴ ἀπορρέουσα, οὐδὲν ἐν οὐδενὶ τῶν νομιζομένων τοῖς φιλοζώοις καλῶν καὶ ὡραίων ὄφελος, ἀλλὰ τὰ πάντα ματαιότης καὶ περισσεία πνεύματος, ὥς φησιν ὁ τῶν ἁπάντων ἡδέων τοῦδε τοῦ αἰῶνος ἀπόπειραν ποιησάμενος. καὶ εἴθε ματαιότης μόνον· ἀλλ' ὅτι ἀντ' αὐτῆς αἰώνιοι βάσανοι ταμιεύονται τοῖς ἐγκεκυλισμένοις αὐτῇ. ἡμῖν δέ, οἷς ἡ πνευματικὴ ζωὴ κεχάρισται ὑπὸ Κυρίου, πόση καὶ πηλίκη τιμωρία, εἰ μὴ φευξόμεθα αὐτῆς, ἀποκείσεται; ∆ιὰ τοῦτο, ἀδελφοί μου, ὑπομιμνήσκω, παραινῶ, παρακαλῶ ὡς ὀφειλέτης, ὡς δοῦλος ὑμῶν διὰ Κύριον, δικαίως καὶ ὁσίως πολιτευσώμεθα καὶ πρὸς τὸ ἑξῆς, ἵνα κληρονομήσωμεν ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 458 {1Εὐφροσύνῃ ἡγουμένῃ τοῦ Κλουβίου}1 Ἀπῄτει τὸ συμβὰν περὶ τὴν μακαρίαν κυρίαν καὶ κοινὴν μητέρα (οὐ γὰρ παραιτοῦμαι καὶ ἡμῶν μητέρα αὐτὴν ὀνομάζειν διὰ τὴν ἀρετὴν) αὐτοὺς ἡμᾶς ἀφῖχθαι καὶ τὸν προσήκοντα ἐπιτάφιον ἐκείνῃ μὲν ᾆσαι, σοὶ δὲ τῇ ὑπολελειμμένῃ καὶ οἱονεὶ ὀρφανῇ τῆς μητρικῆς συναφείας τε καὶ συμπνοίας φθέγξασθαι παραμύθιον, εἴ γε καὶ ἐξευρεθείη τοιοῦτον φάρμακον, δυνάμενον καταπραῧναί σου τὸ τῆς ψυχῆς ἀλγεινὸν καὶ συμπεπτωκός. ἀλλ' ἐπεὶ τοῦτο οὐκ ἐνδέχεται, διὰ γράμματος ἡ ἐπισκοπή. ὤ, πῶς ἀπέπτη ἀφ' ἡμῶν ἡ καλὴ ἀμμάς, ἡ χριστοφόρος γυνή, τὸ κειμήλιον τῆς σωφροσύνης, τὸ κεχαριτωμένον πρόσωπον, τὸ τῆς εὐλαβείας τέμενος, τὸ πλῆρες ἡμερῶν, τῶν τε λυομένων καὶ μενουσῶν, θέαμα, ὁ ἡγιασμένος ναός, ὁ ἐλαιὼν τῆς συμπαθείας, ὁ οἰκτιρμὸς τῆς ἐπιδόσεως, τὸ ζῷον ὄντως τὸ θεόπλαστον, ὁ ἄφθονος ὀφθαλμός, ἡ ἀβάσκανος καρδία, ἡ καὶ πρὸ θανάτου ἔκδημος τῶν τῇδε διὰ τὸν ποθούμενον νυμφίον Χριστὸν καὶ διὰ τὴν ἐκεῖσε ἄλυπον ζωὴν καὶ ἀμήρυτον. ὤ, ὤ, πόσα λαλήσας δυνηθείην κενῶσαι τὸ συνωθοῦν τὴν καρδίαν μου σεμνολόγημα, καίτοι γε ὀψιμαθὴς ἐγὼ τῆς κυρίας καὶ τῶν ἐνόντων ὑμῖν ἀρετῶν καὶ τοσοῦτον ἐν πείρᾳ, ὅσον ἄκρῳ δακτύλῳ ἐφαψάμενός τις μέλιτος. ἀλλ' ὅμως ἡ βραχεῖα γεῦσις δήλωσιν παρίστησι τῆς ὅλης γλυκύτητος, ἄλλως τε καὶ παρὰ τῶν μᾶλλον πεπειραμένων ὑμῶν τῆς ἀρετῆς ἀδελφῶν ἐκδιδαχθεὶς ἀρκοῦσαν ἔχω τὴν περὶ αὐτῆς γνῶσιν ἐν Κυρίῳ. Ἐκείνη ἀπὸ τοιούτου βίου ἤχθη εἰς τόδε τὸ πολίτευμα· δεῖ γάρ με ἄνωθεν ὑπολαβεῖν καὶ μικρόν τι ἐνδιατρίψαι τῷ λόγῳ παρηγορίας χάριν. ἔχει οὕτως. τῶν ἀφ' ἡλίου ἀνατολῶν τὸ γένος καὶ κατὰ τόπον καὶ τρόπον, εἴπερ ἡ Ἀρμενία ὅθεν καὶ ἡ ἀρετή, εἰ δὲ καὶ τὸ αἷμα δεῖ ζητεῖν, ἐκ βασιλικοῦ κράματος· στρατηγίαι καὶ δημαγωγίαι καὶ ἐν Ἀρμενίᾳ καὶ ἐν Γραικίᾳ, τοῦ ὁμοζύγου λέγω, ἐπεὶ καὶ τὴν πρώτην στρατηγίδα εἷλεν ἐνταῦθα ὥσπερ καὶ τὴν πατρικιότητα ὁ ἀνήρ· οὗ ἀπορραγεῖσα διὰ θανάτου οὐκ ἤνεγκεν ἄζυξ μένειν, ἀλλ' ἔχειν μνηστῆρα· τίνα ἆρα; οὐ τόνδε καὶ τόνδε ἄρχοντα ἢ βασιλέα ὡς ἡ τῶν πολλῶν ἔφεσις, σαρκὶ καὶ αἵματι προσκειμένων, ἀλλὰ τὸν μόνον ὡραῖον νυμφίον, τὸν ἄρχοντα τῆς εἰρήνης· διὸ καὶ εἰρηνώνυμος ἡ νύμφη, τὸν τῶν ὅλων βασιλέα Χριστόν, τὸν Κύριον τῆς δόξης, καὶ τοῦτον διὰ τοῦ μοναδικοῦ ἐπαγγέλματος μνηστευσαμένη. ἐφ' ᾧ ὅπως ἠρίστευσεν πράττουσα τὰ τοῦ ἐραστοῦ προδεδήλωκεν ὁ λόγος ὡς ἐν σκιαγραφίᾳ. ταύτης ἡ ἀστράπτουσα προσευχή, ἡ κατάνυξις, ἡ τῶν δακρύων χύσις, ἡ ἀκατάλαλος γλῶττα, ἡ ἀπαρρησίαστος ἕξις, ἡ χριστομίμητος ταπεινοφροσύνη, ἡ φιλέντολος δεξιά, ἡ θεογρήγορος διάνοια, ἡ καιομένη τῷ τῆς ἀγάπης Χριστοῦ πυρὶ καρδία καὶ τέλος ἡ ὀρθόδοξος λατρεία καὶ τὸ πεφυλαγμένον τῆς αἱρετικῆς κοινωνίας μετὰ ἀνυποστόλου παρρησίας. καὶ θαῦμα, πῶς ἐν τῷ παριππεύσαντι διωγμῷ οὐ μόνον ἑαυτήν, ἀλλὰ καὶ σέ, κυρία, καὶ ὅλην σου τὴν ἁγίαν συνοδίαν ἀμέθεκτον σὺν θεῷ ταύτης διεφυλάξατο, καλὴν κορωνίδα τῷ τέλει ἐπισφραγισαμένη, ἐκ τῶν ὀρθοδόξων πηγῶν μετασχοῦσα τῶν ἁγιασμάτων κἀντεῦθεν ἀπάρασα χαιρομένως· ὅπερ σημεῖον μέγιστον τῆς ὧν ἐπεπόθει ἐπιτεύξεως, Χριστοῦ τυχεῖν καὶ μετὰ Χριστοῦ ἔσεσθαι εἰσαεί. Οὕτως οὖν ἐβίω ἡ