285
κατεχομένην, ἀθρόον ὡρᾶτο στρατιὰ τὴν πέραν τοῦ ποταμοῦ γῆν διερχομένη. νομίσας δὲ ὁ βασιλεὺς ὅπερ ἦν, τὸν δυνατώτατον εἶναι τῶν Τριβαλῶν Λίβερον ὠνομασμένον, ἐκεῖ γὰρ ἐπύθετο ἐκεῖνον διατρίβειν, τῶν συνόντων ἐκέλευέ τινα διανηξάμενον ἔφιππον, ἄπορος γὰρ ἦν ὁ ποταμὸς ἐκεῖ, πρὸς ἐκεῖνον ἀφικέσθαι· προσαγορεύσαντα δὲ αὐτὸν ἐκ βασιλέως, ἔπειτα καὶ γνώμην παρ' αὐτοῦ ζητεῖν, ᾗ χρὴ διαθέσθαι τὰ κατ' αὐτοὺς, τοῦτον συνεσκευασμένα τὸν τρόπον, ὃν ἐγένετο. Λίβερος δὲ ἐπεὶ πύθοιτο τοὺς παρὰ βασιλέως λόγους, ἡδέως τε μάλιστα ἐδέξατο καὶ τῶν οἰκείων ἕνα ἅμα τῷ ἐκ βασιλέως ἥκοντι συναποστείλας, ἀντησπάζετό τε καὶ αὐτὸς ἐκ τοῦ ὁμοίου καὶ τὸν ποταμὸν ἐδεῖτο μικρὸν ἄνωθεν παριόντα, ἔνθα εὐχερῆ μάλιστα πρὸς πόρον παρέχεται αὐτὸν, αὐτῷ συγγενέσθαι διαβάντα ἄνευ πόνου· ἔπειτα καὶ ἅπερ οἴεται λυσιτελήσειν συμβουλεύσειν. καὶ πρότερον μὲν γὰρ φιλίως διακεῖσθαι πρὸς αὐτὸν, ἐξ ὅτου βασιλέως Ἀνδρονίκου τῷ Κράλῃ συγγενομένου καὶ αὐτὸς ὡμιληκὼς αὐτῷ οὐ μικρὰν ἔσχε φιλίας ἀφορμὴν τὴν συντυχίαν. νῦν δὲ δὴ μᾶλλον οὐ φίλος εἶναι μόνον, ἀλλὰ καὶ τῶν δουλευόντων ἀκριβῶς εἶναι βούλεσθαι. ὁ μὲν οὖν βασιλεὺς κατὰ τὴν παραίνεσιν ἐκείνου μικρὸν ἀνωτέρω προελθὼν, τόν τε ποταμὸν διέβαινεν εὐ 2.260 χερῶς καὶ Λιβέρῳ συνεμίγνυτο. ὁ δὲ οἷά τε δεσπότῃ προσεφέρετο τῷ βασιλεῖ καὶ πᾶσαν παρείχετο τιμήν· πρὸς τὴν οἰκίαν τε ἀγαγὼν, ἐξένισεν ἐπὶ τρισὶν ἡμέραις ἅμα πᾶσαν τὴν στρατιὰν μάλα φιλοτίμως. ἔπειτα συνεβούλευε βασιλέα μὲν ἐλθεῖν εἰς Σκοπιὰν κἀκεῖ τὴν ἐκ Κράλη ἀγγελίαν περιμένειν· αὐτὸν δὲ πρότερον ἐλθόντα πρὸς ἐκεῖνον πάσῃ χρήσασθαι σπουδῇ, ὥστε πεῖσαι τὴν βασιλέως ἄφιξιν ἠπίως δέξασθαι καὶ προσηνῶς. ὃ δὴ καὶ κατὰ τὴν ἐκείνου παραίνεσιν ἐτελεῖτο, καὶ βασιλεὺς μὲν ἀφίκετο εἰς Σκοπιάν. μγʹ. Λίβερος δὲ συντόνῳ χρησάμενος ὁδοιπορίᾳ ὀλίγῳ χρόνῳ περί τινα τόπον Μοράβαν ἐγχωρίως προσαγορευόμενον τῷ Κράλῃ συντυγχάνει Ἑλένην προπέμποντι τὴν γυναῖκα πρὸς τὸν βασιλέα Μυσῶν Ἀλέξανδρον, ὄντα ἀδελφὸν, ἀφικνουμένην. ἀπαγγείλας δὲ αὐτοῖς τὰ περὶ βασιλέα τὸν Καντακουζηνὸν ὑπὸ τῶν ὁμοφύλων εἰργασμένα, καὶ ὡς προδοσίᾳ τῶν ἑπομένων τῆς Ῥωμαίων γῆς ἀπελαθεὶς, ἀφίκοιτο παρ' αὐτοὺς, ἔπειθε φιλοφρόνως δέξασθαι καὶ μεγαλοπρεπῶς, ὡς τῆς εἰς ἐκεῖνον φιλοτιμίας πολλῆς ἐκείνοις τε καὶ παιδὶ καὶ πάσῃ τῇ Τριβαλῶν ἀρχῇ τὸν ἔπειτα πάντα χρόνον εὐδοξίας ἐσομένης ἀφορμῆς. οἱ δ' αὐτίκα τε ἐπείθοντο καὶ ἀνέστρεφον ἐκ τῆς ὁδοιπορίας, ὡς ἀφιξόμενοι πρὸς βασιλέα. πέμψαντες δὲ πρὸ αὐτῶν Μπογδάνον τὸν Λιβέρου ἀδελφὸν, ἠσπάζοντό τε βασιλέα καὶ ἐδήλουν, ὡς ὀλίγῳ ὕστερον ἀφιξόμενοι πρὸς ἐκεῖνον. ὁ δ' ἐπεὶ πύθοιτο Κράλην 2.261 ἅμα γυναικὶ ἀφικνουμένους πρὸς αὐτὸν, ἀντησπάζετο μὲν καὶ αὐτὸς αὐτοὺς καὶ πολλὴν ὡμολόγει τῆς φιλίας χάριν. ἀναστάς τε ἐκ Σκοπιᾶς, πρός τινα τόπον ἦλθε Ταὼ διὰ τὸ κάλλος ὠνομασμένον, ἔνθα περὶ κώμην τινὰ ἀτείχιστον Πρίστηνον προσαγορευομένην συνεμίγνυτο τῷ Κράλῃ ἀφιγμένῳ ἅμα γυναικί. οἱ δ' ἐδέξαντο μὲν βασιλέα μεθ' ὅσης ἂν εἴποις φιλοτιμίας καὶ σπουδῆς. οὐχ ἧττον δὲ καὶ αὐτοὶ διὰ τὴν ἐκείνου ἄφιξιν συνήδοντό τε καὶ συνέχαιρον ἑαυτοῖς τιμῆς τε ἠξίουν μάλιστα πολλῆς. ἐν ἅπασι γὰρ αὐτὸν προῆγεν ἑαυτοῦ καὶ ὡς κρείττονι τῶν πρωτείων παρεχώρει. ἔν τε γὰρ ταῖς ἀνακλίσεσι τὴν κρείττω καὶ ὑψηλοτέραν παρείχετο καθέδραν καὶ ἐν ὁδοιπορίαις καὶ ἐν ἅπασι τοῖς ἄλλοις προετίθει ἑαυτοῦ. ἔθους δὲ ἀρχαίου παρὰ Τριβαλοῖς κεκρατηκότος, ἐπειδάν τις τῶν εὐγενεστέρων καὶ μεγάλα δυναμένων ἔλθῃ διὰ χρόνου πρὸς τὸν ἄρχοντα αὐτῶν καὶ δέῃ ποιεῖσθαι τὴν πρώτην προσαγόρευσιν, ἀμφοτέρους ἀποβαίνοντας τῶν ἵππων, πρῶτα μὲν τοῦ ἄρχοντος τὸ στῆθος τὸν ὑποδεέστερον ἀσπάζεσθαι, ἔπειτα καὶ τὸ στόμα, καὶ μηκέτι κατὰ δευτέραν συντυχίαν ἀποβαίνειν τὸν δουλεύοντα τοῦ ἵππου, ἀλλ' ἔφιππον καὶ αὐτὸν προσαγορεύειν τὸν δεσπότην. πρὸς μὲν ἐκεῖνον πάλιν τὰ εἰωθότα ἐτελεῖτο, βασιλεῖ δὲ κατὰ τὸ Ῥωμαίων ἔθος ἐκέλευσε προσφέρεσθαι τοὺς Τριβαλούς· καὶ κατὰ πᾶσαν μὲν συντυχίαν τῶν ἵππων πάντας