285
πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αυθις, οια γυνὴ κούφην εχουσα γνώμην καὶ εὐμετάβολον, καὶ πρὸς ̓Επίδαμνον καὶ ̓Απολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ ̔Ρωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς 2.229 κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ ∆ημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς ̔Ρωμαίους μεθεστηκότος καὶ αλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ ∆ημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἱ δὲ ̔Ρωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ ̓Ισθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς ̓Αθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον. Τὸ δ' ̓Ιλλυρικὸν ονομα πάλαι μὲν ἐν αλλοις ἐπεκέκλητο, υστερον δὲ ἐς τὴν ανω μεταβέβηκεν ηπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς τοῦ Αιμου καὶ τὴν πρὸς τῇ ̔Ροδόπῃ, καὶ εστιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Αλπεων τοῦ τε Αινου ποταμοῦ καὶ τοῦ Ιστρου μέχρι τοῦ Εὐξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ιστρου νέμεται. Λογίου δέ ποτε τοῖς ̔Ρωμαίοις ἐλθόντος καὶ Ελληνας καὶ Γαλάτας τὸ αστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ελληνες ετεροι εκ τε τοῦ αρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ιν' ουτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι οτι στρατηγὸς ̔Ρωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αυθις δὲ ἐδουλώθησαν. ̓Ινσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Αλπεις ὁμοφύλων προσειληφότες, οπλα 2.230 τοῖς ̔Ρωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν, καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρησαν. καὶ ὁ ̔Ρηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ετερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν, επειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ' οἱ ̔Ρωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ στρατόπεδον αὐτῶν ειλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια ηγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπιτώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων απασαν προσεκτήσαντο καὶ τὸν ̓Ηριδανὸν τότε πρῶτον ἐπὶ τοὺς ̓Ινσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν. Τεράτων δ' ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ ̔Ρώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ εδοξε, καὶ ἐν τῷ ̓Αριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ελαμψε, καὶ πολλαχόθι τῆς ̓Ιταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ' ἡμέρας πλείονας ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ οτι τινὲς παρανόμως 2.231 ελεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ υπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, αρτι πρὸς πόλεμον καθιστάμενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην ἀναγνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αιρεσιν αὐτῶν ἀπεδείκνυ δι' αὐτῆς ὀρθῶς εχουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. ουτ' ουν ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι ηθελε καὶ διδάξειν καὶ τοὺς οικοι εφη μήτ' ορνισι μήτ' αλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ηθελε καὶ τὸν συνάρχοντα κατέχειν