285
βέλτιον. τὰ εἰς ˉωˉν καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ παραλήγεται, οιον πλείων, μείων, ῥᾴων, λῴων. καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ˉι, οιον πλείων, μείων· τὰ δὲ δύο, οιον ῥᾴων, λῴων, ου. γίνεται δὲ παρὰ τὸ λῶ, τὸ θέλω. ο γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει. Λῶον. τὸ κρεῖττον· τὸ συμφέρον· τὸ βέλτιον. Λῶμα. τὸ εἰς τὸ κατώτατον μέρος τοῦ ἱματίου ἐπίβλημα. ἐκ βύσσου καὶ πορφύρας καὶ κοκκίνου. lambda.1326 †Λώπισμα. τὸ ἀπάνθημα.† lambda.1326 ( ̔Ρῆμα.) Λωβάω, λωβῶ. τὸ βλάπτω. †Λωγεῖ. μαίνεται.† †Λωλῶ. σῦκον μετὰ γιγάρτων κόπτω.† †Λωπεύειν. θάπτειν.† †Λωπίζειν. ἀποδύειν· η τὸ κείρειν.† Λώπτω. τὸ πηδῶ. Λωτεῦντα. ἀνθοῦντα. τὰ λωτὸν εχοντα. ἀπὸ τοῦ λωτόεντα γίνεται ὑπερβιβασμῷ λωτέοντα καὶ κράσει δωρικῇ τοῦ ˉεˉο εἰς τὴν ˉεˉυ δίφθογγον λωτεῦντα. εἰ γὰρ ἀπὸ τοῦ λωτόεντα ην, ωφειλεν ειναι λωτοῦντα. †Λωτῶ. τὸ αὐλῶ.† Λωφήσαντοσ. †ἀναπαυσαμένου· ἡσυχάσαντος.† λωφήσει. καὶ λωφῶ, τὸ παύω. τειρόμενοι καμάτῳ μετελώφεον. σημαίνει τὸ παύω. μετενήνεκται ἡ λέξις ἀπὸ τῶν τὰ φορτικὰ τιθεμένων. mu.1327 Μ. Τὸ Μ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Μαγίστερ. κατὰ ̔Ρωμαίους διδάσκαλε. Μαθητήσ. ὁ τοῦ διδασκάλου τὰ μαθήματα ἐπιποθῶν. παρὰ τὸ μήθω, τὸ μανθάνω. μαθητὴν καὶ φοιτητὴν λέγει Σόλων, οὐ γνώριμον. †Μαιμάχησ. ὁ ὑβριστής.† †Μαιτάλιμνοσ. ὁ ἐν Αργει ποταμός.† Μακάριοσ. ὁ πάντοτε ἐν ἀγαθοῖς ων, τοῦτο δὲ ὁ θεός. Μακάρων. ἁγίων, τῶν μὴ πεπτωκότων ὑπὸ κῆρα. Μακαρίται. οἱ ἀποθανόντες. οἱ ηδη τὸ μῆκος ἐπιλαμβανόμενοι, οἱ μήκιστοι. οθεν καὶ μακραίων ὁ τύμβος, ὁ εἰς μακρόν. Μαλθακόσ. ὁ τρυφερός. Μαλακόσ. ὁ ἀναπεπτωκὼς, ὁ νοσερὸς, ὁ ἀσελγής. mu.1328 Μαμωνᾶσ. τὰ χρήματα ἑρμηνεύεται. η ὁ αδικος ὑπὲρ τὴν χρείαν συναγόμενος πλοῦτος. Μανδύασ. ειδος ἱματίου, καὶ τὸ τῶν μοναχῶν παλλίον. Μανασσῆσ. κύριον. ουτος απαντα τὸν λαὸν εἰδωλολατρεῖν ἠνάγκασεν, καὶ τὸν μέγαν ̔Ησαΐαν ξυλίνῳ διεῖλε πρίονι. ἑρμηνεύεται δὲ λήθη η ἀπομάθησις. Μάντισ. παρὰ τὸ μῶ, τὸ ζητῶ· ζητητικὸς γὰρ ὁ μάντις. οὐ γὰρ παρὰ τὴν μανίαν, ως τινες ὑπέλαβον. διὸ καὶ ὁ Ομηρος τὸν μάντιν ευφρονα λέγει· ος φιν εὐφρονέων ἀγορήσατο-. Μανικόσ. παρὰ τὸ μαίνω μανὸς, καὶ τὸ κτητικὸν μανικός. †Μαγέβ. νότου η μεσημβρίας.† Μαζουρώθ. ἀστὴρ ουτω καλούμενος. mu.1329 Μάρσιπποσ. ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων. Μαραναθά. ὁ κύριος ηκει η ηλθεν, η ηξει η ερχεται. Μάργοσ. ὁ αφρων καὶ ἀνόητος καὶ μαινόμενος. παρὰ τὸ μὴ καὶ τὸ ἀργός. η ὁ λίαν ἀνόητος καὶ ἀμύητος καὶ μὴ ἐνεργός. Μαργίτησ. ὁ ἀνόητος. ἀπὸ τοῦ μάργος μαργίτης, ὡς μέσος μεσίτης. †Μάσσων. ὁ μείζων. καὶ ονομα ποταμοῦ.† Μαστιγίασ. ὁ μαστιζόμενος δοῦλος. ὡς ἀπὸ τοῦ δράκοντος δρακοντίας, ουτως μάστιγος μαστιγίας. Μαστροπόσ. πορνοβοσκὸς η μαυλιστής. μαστροπὸς καὶ ἐπὶ θηλυκοῦ. εστι δὲ παρὰ τὸ ˉμˉα καὶ τοὺς τρόπους, οἱονεὶ ἡ δοκοῦσα μητρὸς τρόπους εχειν. Μασώβ. τὸ θυσιαστήριον. Μαραναθά. τοῦτο οὐ τῶν ̔Εβραίων τινὲς ὑπέλαβον, ἀλλὰ τῆς Σύρων ειναι φωνῆς. ἑρμηνεύεται δὲ, ὁ Κύριος ηλθε. τέθεικε δὲ τὴν λέξιν ὁ ̓Απόστολος καταστέλλων τὴν ὀφρὺν τῶν Κορινθίων καὶ διδάσκων, ὡς οὐ παιδεύσεως, ἀλλὰ πίστεως αὐτοῖς χρεία. mu.1330 (Θηλυκόν.) Μαγάσ. σανὶς τετράγωνος, ὑπόκυφος, δεχομένη ἐφ' ἑαυτῆς τὰς τῆς κιθάρας νευρὰς καὶ ἀποτελοῦσα τὸν φθόγγον. Μαγγανεία. ἡ μηχανή· ἡ γοητεία· η ποικιλία ἐκ διαφόρων ὀψαρτυτικῶν κεκαρυκευμένη. Μαγεία. ἐπίκλησις δαιμόνων. Μαγνῆτισ. ἡ τὸν σίδηρον ελκουσα λίθος· η καὶ σιδηρῖτις καλεῖται, καὶ ̔Ηράκλεια καὶ Λυδία. ἐμφερὴς γάρ ἐστι τὴν χροίαν ἀργῷ καὶ ἀκαθάρτῳ σιδήρῳ. ̔Ηράκλεια διὰ τὸ καρτερὸν καὶ ἀνάλωτον καὶ ἰσχυρὸν τῆς ὁλκῆς· η μᾶλλον διότι περὶ ̔Ηράκλειαν τὴν ἐν Πόντῳ πρῶτον ἐφάνη· οἱ δὲ περὶ τὴν ἐν Θρᾴκῃ. Μαγνῆτις δὲ, οτι, ως φασιν, Μάγνητες ανδρες λιθοφόροι ευρον αὐτὴν καὶ τὴν ἐνέργειαν, ην εχει, ἐπέδειξαν. Μάζα. πᾶσα ἀρτώδης βρῶσις ὑγρῷ τινὶ μεμιγμένη μάζα ειρηται. παρὰ τὸ μάσσω, μάζα, τροπῇ τῶν δύο ˉςˉσ εἰς ˉζ, ∆ωρικῶς. η παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται παράγωγον μάζα, ἐξ