285
ἀποθανεῖν βασιλέα υἱῶν Ἀμμὼν, βασιλεύει ἀντ' αὐτοῦ Ἀννὼν υἱὸς αὐτοῦ. Καὶ εἶπε ∆αβίδ· Ποιήσω ἔλεος μετ' αὐτοῦ, καθὼς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ. Καὶ ἀπέστειλε ∆αβὶδ παρακαλῶν αὐτόν· καὶ εἶπαν οἱ ἄρχοντες Ἀμμὼν πρὸς τὸν κύριον αὐτῶν· Οὐχὶ δοξάζων ∆αβὶδ τὸν πατέρα σου, ἀπέστειλε παρακαλοῦντας, ἀλλ' ὅπως ἐξερευνήσωσι τὴν πόλιν, καὶ τοῦ κατασκέψασθαι αὐτήν. Καὶ ἐξύρησε τοὺς πώγωνας τῶν δούλων ∆αβὶδ, καὶ ἀφεῖλε τῶν μανδύων αὐτῶν τὸ ἥμισυ, καὶ ἐξαπέστειλεν αὐτούς.» Σχόλ. Ἀννὼν πεισθεὶς τῇ παρανόμῳ εἰσηγήσει τῶν παίδων αὐτοῦ, καὶ τοὺς σταλέντας παρὰ ∆αβὶδ ἐξυβρίσας διὰ τῆς τῶν πωγώνων καὶ τῶν μανδύων ἀφαιρέσεως, τὴν πατρίδα καὶ τὴν βασιλείαν ἀπώλεσεν. «Ἦν τῷ Ἀμνὼν ἑταῖρος, Ἰωνάθαν, φρόνιμοςσφόδρα, καὶ εἶπεν τῷ Ἀμνών· Τί σοι, ὅτι οὕτως συντέτηκας; Καὶ εἶπεν Ἀμνών· Τὴν Θάμαρ τὴν ἀδελφήν μου ἀγαπῶ ἐγώ. Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν· Κατακλίθητι ἐπὶ τὴν κοίτην σου, καὶ προσποιοῦ ἐνοχλεῖσθαι· καὶ ἥξει ὁ πατήρ σου ἐπισκέψασθαί σε, καὶ ἐρεῖς αὐτῷ· Ἐλθέτω δὴ Θάμαρ ἡ ἀδελφή μου, καὶ παραστηκέτω μοι ψωμίζουσά με, καὶ ποιήσει ἐνώπιόν μου βρῶμα.» Σχόλ. Ἡ εἰσήγησις Ἰωνάθαν θανάτου πρόξενος γέγονε τῷ Ἀμνών. Τοῦτον γὰρ ἀνεῖλεν ὁ ἀδελφός. Ὅταν τι ἐναντίον τῆς τοῦ Κυρίου ἐντολῆς, καὶ φθεῖρον ἢ μολύνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις, μνημονεύσαντες τοῦ Κυρίου λέγοντος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ 96.368 οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου τολμήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐτῶν καθάψασθαι τῶν ἀγγέλων, δι' ὧν φησιν· Κἂν ἡμεῖς αὐτοὶ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι κἂν πολὺ γνήσιος ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κωλύων, βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγαπώντων τὸν Κύριον.
ΤΙΤΛ. ΚΓʹ. -Περὶ τοῦ συμπεριφέρεσθαι.
«Ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πάντας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖςὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστῷ· ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενοῦσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» «Ὁ μὴ περιφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους.»
ΤΙΤΛ. Κ∆ʹ. -Περὶ τοῦ ἁγίου σταυροῦ.
«Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» «Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν.» «Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη· ∆ὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ἱερουσαλὴμ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσετε πρεσβύτην, καὶ νεανίσκον, καὶ γυναῖκας, καὶ νήπια θηλάζοντα· πάντας ἐξαλείψατε. Ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Εἴ τι ὑπέστη ὁ Χριστὸς, οὐχ ὑπέστη δι' ἑαυτὸν, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, ἄκουε. Σταυρὸς Χριστιανῶν ἐλπίς· σταυρὸς τυφλῶν ὁδηγός· σταυρὸς πεπλανημένων ὁδός· σταυρὸς χωλῶν βακτηρία· σταυρὸς πενήτων παραμυθία· σταυρὸς πλουσίων χαλινός· σταυρὸς ὑπερηφάνων καθαίρεσις· σταυρὸς τρόπαιον κατὰ δαιμόνων· σταυρὸς κατὰ διαβόλου νίκος· σταυρὸς ἀπόρων εὐπορία· σταυρὸς ἀπηλπισμένων ἐλπίς· σταυρὸς νεκρῶν ἀνάστασις· σταυρὸς πλεόντων κυβερνήτης· σταυρὸς χειμαζομένων λιμήν· σταυρὸς πολεμουμένων τεῖχος· σταυρὸς πατὴρ ὀρφανῶν· σταυρὸς προστάτης χηρῶν· σταυρὸς