285
τεταπεινῶ σθαι, ἀλλὰ σφόδρα τεταπεινῶσθαι· καὶ ταῦτα βασι λεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πο λεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς δὲ θείας ταῦτα χάριτος ὑπελάμβανε 80.1856 δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. ρηʹ. "Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με." Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ πλεῖστα μὲν οἱ θεῖοι νόμοι διαγορεύουσιν· ἔνια δὲ καὶ ἡ γνώμη προστί θησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας, καὶ πλημμε λείας, καὶ περὶ ἀγνοίας, ὁ νόμος προσφέρειν ἐκέλευ σεν, καὶ ταῦτα οἷόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ. Τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύ νην, καὶ τὴν δικαιοσύνην, οἱ εὐαγγελικοὶ διαγο ρεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοῦ νόμου ὑπερπηδῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ Προφήτης ἑκού σια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. ρθʹ. "Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διὰ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην." Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. ριʹ. "Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην." Πολλὰς καὶ παντο δαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλάς μοι τυρεύουσιν· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πορείαν προειλόμην ὁδεύειν. ριαʹ. "Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν." Κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ κτήσει τούτων ἀγάλλομαί τε καὶ εὐφραίνομαι. ριβʹ. "Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντάμειψιν." Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὰ ἀμείνω τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ Προφήτης φησίν· "Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι' ἀντ άμειψιν." Τὸ γὰρ ἐκ τούτων φυόμενον θεασάμενος κέρδος, ἀσπασίως τοὺς ὑπὲρ τούτων ἀνεδεξάμην ἱδρῶτας. Καὶ διδάσκων ὅπως τὰ θεῖα προείλετο, ἐπήγαγε· ριγʹ. "Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. ριδʹ. "Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ, εἰς 80.1857 τοὺς λόγους σου ἐπήλπισα." Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. ριεʹ. "Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου." Ταῦτα, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς, καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω· ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. ριʹ. "Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου." Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος αἰσχύνης ἀναπλησθῶ· τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. ριζʹ. "Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελε τήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός." Καὶ γὰρ τυχεῖν τῆς σωτηρίας τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει, οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. ριηʹ. "Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦν τας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον